# Haereticarum fabularum compendium 83.504

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.504

Ἀναστὰς γὰρ, φησὶν, ἐκ νεκρῶν, καὶ τῆς τοῦ Πνεύματος χάριτος τοὺς ἀποστόλους ἐμπλήσας, διὰ τῶν ὑπ' ἐκείνων γενομένων θαυμάτων ἀπεφάνθη Θεός. Ἐν τῷ ὀνόματι γὰρ αὐτοῦ τὰς μεγίστας ἐπετέλουν θαυματουργίας. Ἐν δέ γε τῷ μέσῳ τῆς Ἐπιστολῆς, τῶν πάλαι δεδομένων τοῖς Ἰουδαίοις ἀγαθῶν μνημονεύσας, ἐπήγαγεν· «Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός.» Καὶ ἐν τῷ ἑνὶ προσώπῳ τῶν δύο φύσεων τὸ διάφορον ἔδειξεν· ἐξ Ἰουδαίων μὲν κατὰ σάρκα γεγενημένον, ἐπὶ πάντων δὲ Θεὸν ὡς Θεὸν, καὶ εἰς τοὺς αἰῶνας εὐλογητόν. Τῷ δὲ μακαρίῳ Τιμοθέῳ παρεγγυᾷ, λέγων· «Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαβὶδ κατὰ τὸ Εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος.» Καὶ ἄλλας δὲ παμπόλλας ἔστιν εὑρεῖν μαρτυρίας ἐν ἑκατέρᾳ Γραφῇ, τὴν κατὰ σάρκα τοῦ Σωτῆρος ἡμῶν κηρυττούσας συγγένειαν. Ἀπόχρη δὲ καὶ ταῦτα διδάξαι ὡς τελείαν τὴν ἀνθρωπείαν φύσιν ἀνέλαβε, καὶ τούτου χάριν καὶ υἱὸς Δαβὶδ, καὶ υἱὸς Ἀβραὰμ, καὶ υἱὸς ἀνθρώπου, καὶ ἄνθρωπος, καὶ Ἀδὰμ, καὶ Ἰακὼβ, καὶ Ἰσραὴλ ὠνομάσθη. Ὥσπερ γὰρ τέλειος ἦν Θεὸς, οὕτω δὴ καὶ τέλειος ἄνθρωπος τελείαν τοῖς ἀνθρώποις παρέσχεν τὴν σωτηρίαν. ΙΕʹ. —Ὅτι ἣν ἀνέλαβεν ἀνέστησε φύσιν. Ὅτι δὲ καὶ ἣν ἀνέλαβεν ἀνέστησε φύσιν, μαρτυρεῖ μὲν αὐτὸς, καὶ τὰς χεῖρας τοῖς ἀποστόλοις, καὶ τοὺς πόδας ἐπιδεικνύς· μαρτυροῦσι δὲ καὶ οἱ τοῦ Θωμᾶ δάκτυλοι τῶν ὠτειλῶν ἁψάμενοι καὶ τοῦτο δὲ καὶ οἱ λοιποὶ δεδράκασιν ἀπόστολοι τοῦ Κυρίου προστεταχότος. «Ψηλαφήσατε γὰρ, ἔφη, καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.» Βοᾷ δὲ καὶ ὁ θεῖος ἀπόστολος Ἰωάννης ἐν τῇ τῆς Ἐπιστολῆς ἀρχῇ· «Ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν.» Ὁ δὲ μέγας Πέτρος ἐν Ἰουδαίοις δημηγορῶν, εἶτα τῆς τοῦ Δαβὶδ ἀναμνήσας προῤῥήσεως, ἣν περὶ τῆς Δεσποτικῆς προεθέσπισεν ἀναστάσεως, καὶ ταῦτα ἔφη· «Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβὶδ, ὅτι καὶ ἐτελεύτησε, καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς σήμερον. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προεδήλωσεν, εἰπὼν περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.» Δύο τοίνυν κατὰ ταὐτὸν ἡμᾶς διδάσκουσι μάρτυρες, ὁ μὲν ἀπόστολος, ὁ δὲ προφήτης, ὁ μὲν προαγορεύων, ὁ δὲ μετὰ τὸ τέλος ἑρμηνεύων τὴν πρόῤῥησιν, ὅτι οὐ θεότητος, ἀλλὰ σώματός ἐστι καὶ ψυχῆς ἡ ἀνάστασις. Ὧν δὲ ἡ ἀνάστασις, τούτων ἄρα καὶ τὸ πάθος ἦν, οὐ τῆς ψυχῆς συναναιρεθείσης τῷ σώματι (ἀθάνατοι γὰρ καὶ αἱ τῶν ἀνθρώπων ψυχαὶ), ἀλλ' ὡς τῷ χωρισμῷ τῆς ψυχῆς τοῦ σώματος δεξαμένου τὴν τελευτήν. Ἡ δὲ θεότης οὐ κεχώρισται μὲν τῆς ἀνθρωπότητος, οὔτε ἐν τῷ σταυρῷ, οὔτε ἐν τῷ τάφῳ· ἀθάνατος δὲ

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
