# Haereticarum fabularum compendium 83.505

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.505

οὖσα καὶ ἄτρεπτος, οὔτε θάνατον, οὔτε πάθος ὑπέμεινεν. Εἰ γὰρ ἡ ψυχὴ διὰ τὴν ἔμφυτον ἀθανασίαν οὐ κεκοινώνηκε τῆς τοῦ σώματος τελευτῆς, πῶς οἷόν τε ἦν τὴν ἀπερίγραφον φύσιν, ἢ ξύλῳ προσηλωθῆναι, ἢ τάφῳ παραδοθῆναι; Τοῦτο δηλοῦντες οἱ τέσσαρες εὐαγγελισταὶ, Ἰωσὴφ τοῦ ἀπὸ Ἀριμαθίας μέμνηνται, καί φασιν αὐτὸν προσεληλυθέναι τῷ Πιλάτῳ, καὶ ᾐτηκέναι τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ τοῦ Πιλάτου δεδωκότος, καθελεῖν ἀπὸ τοῦ ξύλου τὸ σῶμα, καὶ ἐνειλῆσαι σινδόνι, καὶ παραδοῦναι σῶμα τῷ τάφῳ. Καὶ πολλάκις τὸ τοῦ σώματος τεθείκασιν ὄνομα, τὸ ἀναίσχυντον τῶν βλασφημούντων ταῖς ἐναργέσι καὶ προφανέσι μαρτυρίαις ἐμφράττοντες στόμα. Ιϛʹ. —Ὅτι ὁ αὐτὸς καὶ ἀγαθὸς καὶ δίκαιος. Ἐπειδὴ δὲ Μαρκίων ὁ βδελυρὸς ἕτερον λέγει τὸν δίκαιον, ὃν καὶ Δημιουργὸν ὀνομάζει, ἕτερον δὲ τὸν ἀγαθὸν, ὃν Χριστὸν Ἰησοῦν εἶναί φησι, φέρε καὶ περὶ τούτου μικρὸν διεξέλθωμεν, καὶ δείξωμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ Δημιουργὸν καὶ Σωτῆρα, καὶ ἀγαθὸν τὸν αὐτὸν καὶ δίκαιον. Ἐπειδὴ γὰρ ἤκουσεν ὁ παμμίαρος τοῦ νόμου διαγορεύοντος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, κατάκαυμα ἀντὶ κατακαύματος, μώλωπα ἀντὶ μώλωπος, τοῦ δὲ Κυρίου ἐγγυῶντος τῷ παίοντι τὴν σιαγόνα τὴν δεξιὰν στρέψαι καὶ τὴν ἄλλην, καὶ τῷ βουλομένῳ κριθῆναι καὶ τὸν χιτῶνα λαβεῖν, προσδοῦναι καὶ τὸ ἱμάτιον, ὑπέλαβεν ὁ ἐμβρόντητος, δίκαιον μὲν ἐκεῖνον, ἀγαθὸν δὲ τοῦτον. Καὶ οὐ συνεῖδεν, ὡς ἡ τῶν εὐαγγελικῶν νόμων ἀκρίβεια τῆς Μωσαϊκῆς ἐστι φοβερωτέρα νομοθεσίας. Ἐκεῖνος μὲν γὰρ ὁ νόμος ἀπαγορεύει τὸν φόνον, ὁ δὲ τῶν εὐαγγελικῶν, καὶ τῷ μωρὸν καλοῦντι τὸν ἀδελφὸν τὴν γέενναν ἀπειλεῖ. «Πᾶς γὰρ, φησὶν, ὁ λέγων τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρός.» Οὕτω πάλιν ὁ παλαιὸς νόμος τῆς μοιχείας κατηγορεῖ, ὁ εὐαγγελικὸς δὲ καὶ τὴν αἰσχρὰν ἐπιθυμίαν, τὴν δι' ὄψεως ἀσελγοῦς εἰσδυομένην, μοιχείαν καλεῖ. Καὶ ὁ μὲν παλαιὸς ἀπαγορεύει τὸ ψεῦδος, ὁ δέ γε νέος καὶ τὸν ὅρκον. Καὶ ὁ μὲν παλαιὸς τὸν ἀπεχθανόμενον πρὸς τὴν γυναῖκα, ταύτην ἀπολύειν ἐκέλευσεν· ὁ δὲ νέος μοιχείαν καλεῖ τὴν δίχα πορνείας ἀπόλυσιν. Πᾶς γὰρ, φησὶν, ὁ ἀπολύων τὴν γυναῖκα αὑτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται. Πρὸς δὲ τούτοις καὶ ὑπὲρ ἀργοῦ λόγου λόγον ἀπαιτήσειν ἠπείλησε, καὶ κόλασιν αἰώνιον, καὶ σκότος ἐξώτερον, καὶ γέενναν πυρὸς, καὶ ἕτερα τοιαῦτα πολλά. Ἐκ δὲ τούτων, εὑρεθήσεται ὁ μὲν παρ' αὐτῷ καλούμενος δίκαιος ἀγαθὸς, ὁ δὲ ἀγαθὸς ὀνομαζόμενος δίκαιος. Καὶ γὰρ νόμους ἀκριβεστέρους τέθεικε, καὶ τιμωρίας χαλεπωτέρας ἠπείλησεν. Ἀλλὰ καὶ τὸ ταῦτα λέγειν, μανία σαφής. Ὁ γὰρ ἐν τοῖς Εὐαγγελίοις διαγορεύσας τοὺς ἐχθροὺς ἀγαπᾷν, καὶ ἐν τῷ παλαιῷ προσέταξε νόμῳ μὴ πε-

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
