# Haereticarum fabularum compendium 83.509

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.509

Κύριε, μὴ κραταιούσθω ἄνθρωπος· κριθήτωσαν ἔθνη ἐνώπιόν σου· κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς.» Εἰ δὲ ἀπιστοῦσι ταῖς προφητείαις, ἀκουσάτωσαν τοῦ νομοθετοῦντος, καὶ τοὺς παλαιοὺς οὐκ ἀνατρέποντος, ἀλλ' ἐπισφίγγοντος νόμους. Ἀνατρέποντος γὰρ ἦν εἰπεῖν, Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν· Μοίχευσον· καὶ ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Φόνευσον. Τοῦτο γὰρ οἱ συγγενεῖς Μαρκίωνος. Ἀντιτάκται ποιοῦσιν. Ὁ δὲ Κύριος δι' ὧν νομοθετεῖ διαῤῥήδην διδάσκει, ὡς οὐκ ἀνατρέπει τὰ παλαιὰ, ἀλλ' ἀκριβεστέραν πολιτείαν εἰσάγει. Καὶ καθάπερ ὁ γραμματιστὴς, τοὺς μὲν τῆς μαθήσεως ἀρχομένους, τῶν στοιχείων διδάσκει τοὺς χαρακτῆρας· τοῖς δὲ ταῦτα μεμαθηκόσι τῶν συλλαβῶν προσφέρει τὰς συμπλοκάς· ἄλλους δὲ τὴν τῶν ὀνομάτων ἐκπαιδεύων συνθήκην, καὶ ἑτέρους τὴν τῆς ἀναγνώσεως ἁρμονίαν, οὐκ ἐναντίους νόμους διδασκαλίας εἰσφέρει, ἀλλὰ σύμμετρα ταῖς ἡλικίαις προσφέρει παιδεύματα· οὕτως ὁ Δεσπότης Χριστὸς ἑκάστῃ γενεᾷ τοὺς ἁρμοδίους ἔδωκε νόμους. Τοὺς μὲν γὰρ ἀναγκαίους καὶ πρώτους, ἐν τῇ φύσει τῶν ἀνθρώπων ἐνέγραψεν. Ἔχει γὰρ ἕκαστος ἀγαθοῦ καὶ κακοῦ τὴν διάκρισιν· καὶ δρῶντες ἃ πάσχειν οὐ θέλομεν, ταύτῃ κηρύττομεν ὡς ἴσμεν, ὅτι κακὸν τὸ γινόμενον. Τοιγάρτοι φονεύων τις, ἢ μοιχεύων, οἶδεν ὅτι κακὸν τὸ γινόμενον. Σφαγῆναι γὰρ οὐ μόνον οὐ βούλεται, ἀλλὰ καὶ πάντα μηχανᾶται τρόπον ὥστε μὴ τοῦτο παθεῖν, καὶ τῆς γυναικὸς δὲ μοιχευθείσης, τοῦ τὴν εὐνὴν σεσυληκότος κατηγορεῖ, καὶ λοιδορίας δεξάμενος ὕβρεως εἰσφέρει γραφήν. Καὶ τἄλλα δὲ τοῦτον ἐξετάσαντες τρόπον, εὑρήσομεν πάντας ἀνθρώπους εἰδότας, ὅτι κακὸν τὸ κακόν. Τούτους μὲν οὖν ἐν τῇ φύσει τέθεικεν ὁ δημιουργήσας ἡμᾶς Θεός· τοὺς δὲ ἄλλους διαφόρως ἐν ἑκάστῃ δέδωκε γενεᾷ. Τῷ μὲν γὰρ Ἀδὰμ τὸν περὶ τοῦ φυτοῦ τέθεικε νόμον· τῷ δὲ Νῶε, τὸν περὶ τῆς κρεωφαγίας· τὴν δὲ περιτομὴν τῷ πατριάρχῃ νενομοθέτηκε· τοὺς δὲ ἄλλους διὰ Μωϋσῆ τοῦ μεγάλου προφήτου συνέγραψεν. Ἐν δέ γε τοῖς θείοις Εὐαγγελίοις, τὰς περὶ τῶν μικρῶν πραγμάτων νομοθεσίας οἷόν τινων στοιχείων καταπαύσας μελέτην, τοὺς τελεωτάτους ἔδωκε νόμους. Καὶ καθάπερ αἱ μητέρες τοῖς μὲν ἀρτιτόκοις προσφέρουσι βρέφεσι τὴν θηλὴν, μετ' ὀλίγον δὲ τὴν τοῖς ὀδοῦσι λεπτυνομένην τροφὴν, εἶτα παιδίοις καὶ μειρακίοις γεγενημένοις τὴν στεγανήν· οὕτως ὁ τῶν ὅλων Θεὸς τοῖς ἐκεῖνα παιδευθεῖσι τὰ τελεώτερα προσφέρει μαθήματα. Περιέπομεν δὲ ὅμως καὶ τὴν Παλαιὰν Διαθήκην, ὡς μητρῴαν θηλήν· τοῦ δὲ γάλακτος οὐ μεταλαμβάνομεν. Περιττὸν γὰρ τοῖς τελείοις τῆς θρεψαμένης τὸ γάλα· τιμῶσι δὲ ὅμως τὴν τιθὴν, ὡς ὑπ' ἐκείνης τραφέντες. Οὕτω δὴ καὶ ἡμεῖς, τὴν μὲν περιτομὴν, καὶ τὸ Σάββατον, καὶ τὰς θυσίας, καὶ τὰ περιῤῥαντήρια φυλάττειν οὐκ ἀνεχόμεθα, τὴν δ' ἄλλην ὠφέλειαν τῆς Παλαιᾶς Διαθήκης καρπούμεθα. Καὶ γὰρ εὐσέβειαν, καὶ τὴν εἰς Θεὸν πίστιν, καὶ τὴν περὶ τὸν πέλας ἀγάπην, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
