# Haereticarum fabularum compendium 83.512

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.512

σωφροσύνην, καὶ δικαιοσύνην, καὶ ἀνδρείαν, ἀκριβῶς ἐκπαιδεύει, καὶ προτίθησιν εἰς μίμησιν τὰ τῶν παλαιῶν ἁγίων ἀρχέτυπα. ΙΗʹ. —Περὶ βαπτίσματος. Ἀντὶ δὲ τῶν περιῤῥαντηρίων ἐκείνων ἀπόχρη τοῖς πιστεύουσιν ἡ τοῦ παναγίου βαπτίσματος δωρεά. Οὐ γὰρ μόνον τῶν παλαιῶν ἁμαρτημάτων δωρεῖται τὴν ἄφεσιν, ἀλλὰ καὶ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἐντίθησιν ἀγαθῶν, καὶ τοῦ Δεσποτικοῦ θανάτου, καὶ τῆς ἀναστάσεως καθίστησι κοινωνοὺς, καὶ τῆς τοῦ Πνεύματος δωρεᾶς τὴν μετουσίαν χαρίζεται, καὶ υἱοὺς ἀποφαίνει Θεοῦ, καὶ οὐ μόνον υἱοὺς, ἀλλὰ καὶ κληρονόμους Θεοῦ, καὶ συγκληρονόμους Χριστοῦ. Οὐ γὰρ, ὡς οἱ φρενοβλαβεῖς Μεσσαλιανοὶ νομίζουσι, ξυρὸν μόνον μιμεῖται τὸ βάπτισμα, τὰς προγεγενημένας ἀφαιρούμενον ἁμαρτίας. Τοῦτο γὰρ ἐκ περιουσίας χαρίζεται. Εἰ γὰρ τοῦτο μόνον ἔργον ἦν τοῦ βαπτίσματος, ἀνθ' ὅτου τὰ βρέφη βαπτίζομεν οὐδέπω τῆς ἁμαρτίας γευσάμενα; Οὐδὲ γὰρ τοῦτο μόνον ἐπαγγέλλεται τὸ μυστήριον, ἀλλὰ τὰ τούτων μείζω καὶ τελεώτερα· ἀῤῥαβὼν γάρ ἐστι τῶν μελλόντων ἀγαθῶν, καὶ τῆς ἐσομένης ἀναστάσεως τύπος, καὶ κοινωνία τῶν Δεσποτικῶν παθημάτων, καὶ μετουσία τῆς Δεσποτικῆς ἀναστάσεως, καὶ ἱμάτιον σωτηρίου, καὶ χιτὼν εὐφροσύνης, καὶ στολὴ φωτοειδὴς, μᾶλλον δὲ αὐτὸ φῶς. «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Καί· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Ταῦτα φρονεῖν ἡμᾶς περὶ τοῦ παναγίου βαπτίσματος ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος, ὅτι συνθαπτόμενοι τῷ Χριστῷ, τῆς ἀναστάσεως κοινωνήσομεν. Ἀλλὰ γὰρ μυστικωτέρων δεῖ λόγων ἐνταῦθα· ἄλλως τε δέκα καὶ δύο λόγους συγγράψαντες μυστικοὺς, εἰς ἐκεῖνα τοὺς φιλομαθεῖς ἀναπέμψομεν, ἡμεῖς δὲ τῶν λειπομένων κεφαλαίων ποιησόμεθα τὴν ἐξέτασιν. ΙΘʹ. —Περὶ ἀναστάσεως. Οὕτω τελοῦντες τὸ μυστήριον τοῦ βαπτίσματος, τὴν περὶ τῆς ἀναστάσεως ἐλπίδα δεχόμεθα, ἀνάστασιν δὲ σωμάτων περιμένομεν. Τοῦτο γὰρ καὶ ἡ προσηγορία δηλοῖ. Ἀνάστασις γὰρ ἡ ἄνωθεν στάσις. Τὸ σῶμα δέ ἐστι τὸ φθειρόμενον καὶ διαλυόμενον, καὶ εἰς χοῦν μεταβαλλόμενον. «Ἐξελεύσεται γὰρ, φησὶ, τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὑτοῦ.» Καὶ πάλιν· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν καὶ εἰς τὸν χοῦν αὑτῶν ἐπιστρέψουσι.» Καὶ αὐτὸς δὲ ὁ Ποιητὴς πρὸς τὸν Ἀδὰμ ἔφη, ὅτι «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Τούτου τοίνυν ἡ ἄνωθεν σύστασις, εἰκότως καλεῖται ἀνάστασις. Τῆς γὰρ δὴ ἀθανάτου ψυχῆς οὐκ ἀνάστασις, ἀλλ' ἐπάνοδος γίγνεται πρὸς τὸ σῶμα.

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
