# Haereticarum fabularum compendium 83.520

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.520

οἱ πόδες νῦν μὲν εἰς εὐκτηρίους θέουσιν οἴκους, νῦν δὲ στάσιν ἐν προσευχαῖς, καὶ πλεῖστον ὅσον ὑπομένουσι πόνον. Πῶς οὖν δίκαιον, τὸ σῶμα μετὰ τῆς ψυχῆς συναθροῖσαν τὸν πλοῦτον τῆς ἀρετῆς, κόνιν εἶναι καὶ παρεῤῥίφθαι, μόνην δὲ τὴν ψυχὴν ὡς νικηφόρον ἀνακηρύττεσθαι; Εἰ δὲ τοῦτο σχέτλιον, δίκαιον ἄρα πρότερον ἀναστῆναι τὰ σώματα, εἶθ' οὕτως κοινῇ δοῦναι τὰς τῶν πεπολιτευμένων εὐθύνας. Τοῦτο γὰρ καὶ ὁ θεῖος εἶπεν Ἀπόστολος. «Πάντες γὰρ, φησὶ, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν.» Συνῳδὰ δὲ λέγει καὶ ὁ μακάριος Δαβίδ· «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Πυθαγόρας μὲν οὖν τὰς μετενσωματώσεις ἐμυθολόγησε τῶν ψυχῶν, οὐκ εἰς ἀλόγων σώματα μόνον, ἀλλὰ καὶ εἰς φυτὰ μεταβαίνειν ταύτας εἰπών. Ἠκολούθησε δὲ οὕτω πως καὶ ὁ Πλάτων τῷδε τῷ μύθῳ. Ἐντεῦθεν ὁ Μάνης, καὶ πρό γε τούτου, ὁ τῶν καλουμένων Γνωστικῶν δυσσεβὴς ὁρμαθὸς, τὰς ἀφορμὰς εἰληφότες, ταύτην ἔφασαν εἶναι κόλασιν. Οἱ δὲ παμμίαροι, Καρποκράτης καὶ Ἐπιφάνης, καὶ Πρόδικος, καὶ οἱ Καϊηνοὶ, τὸν συώδη βίον νομοθετοῦντες, εἶπον εἰς σώματα μεταπέμπεσθαι τὰς ψυχὰς, ὥστε διὰ λαγνείας, καὶ πάσης ἀκολασίας, τῶν κοσμοποιῶν ἀγγέλων ἕκαστον θεραπεῦσαι. Ἡ δὲ τῶν εὐσεβῶν Ἐκκλησία τούτους μὲν καὶ τοὺς τοιούτους μύθους μυσάττεται, τοῖς δὲ θείοις ἑπομένη λόγοις, ἀνίστασθαι πιστεύει τὰ σώματα, καὶ σὺν τούτοις κρίνεσθαι τὰς ψυχὰς, καὶ τοὺς μὲν κακίᾳ συνεζηκότας κολάζεσθαι, τοὺς δὲ ἀρετῆς πεφροντικότας τυγχάνειν τῶν ἀναῤῥήσεων. ΚΑʹ. —Περὶ ἐπαγγελιῶν. Ἐπηγγείλατο δὲ δώσειν ὁ μεγαλόδωρος, ἐπίκηρον μὲν οὐδὲν οὐδὲ πρόσκαιρον, αἰώνιον δὲ ἀπόλαυσιν τῶν ἀγαθῶν· οὐ γὰρ, κατὰ τὴν Κηρίνθου, καὶ τῶν ἐκείνῳ παραπλησίων, ἐπίγειος ἔσται τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἡ βασιλεία, οὐ χρόνῳ περιγεγραμμένη ῥητῷ. Ἐκεῖνοι γὰρ φανταζέσθωσαν τῶν χιλίων ἐτῶν τὴν περίοδον, καὶ τὴν φθειρομένην χλιδὴν, καὶ τὰς ἄλλας ἡδυπαθείας, καὶ πρὸς τούτοις τὰς θυσίας, καὶ τὰς Ἰουδαϊκὰς πανηγύρεις· ἡμεῖς γὰρ τὴν ἀγήρω προσμένομεν βιοτήν. «Οὗτοι γὰρ, φησὶν ὁ Κύριος, ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν καὶ αἰσχύνην αἰώνιον.» Καὶ πάλιν· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου.» Καὶ, «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καί· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ τοῖς θείοις δὲ ἀποστόλοις κηρύττουσι λέγειν ἐκέλευσεν· «Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ ἑτέρωθι πρὸς αὐτοὺς εἴρηκεν· «Ὅταν ὑψωθῶ ἐκ

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
