Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.521
Not analysed yet
τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ αὖθις· «Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί μου· εἰ δὲ μή γε, εἶπον ἂν ὑμῖν ὅτι πορεύσομαι καὶ ἑτοιμάσω τόπον ὑμῖν.» Καί· «Πάλιν ἐλεύσομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἵν' ὅπου ἐγώ εἰμι, ἦτε καὶ ὑμεῖς.» Καὶ πάλιν· «Ὁ ἐσθίων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον.» Καὶ μέντοι καὶ πρὸς τὸν Πατέρα διαλεγόμενος, οὕτως ἔφη· «Πάτερ, οὓς ἔδωκάς μοι, θέλω ἵν' ὅπου ἐγώ εἰμι, καὶ ἐκεῖνοι ὦσι μετ' ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν ἣν ἔδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.» Ταῦτα μεμαθηκὼς ὁ θεῖος Ἀπόστολος, ἔλεγεν· «Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.» Καὶ πάλιν· «Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν.» Καὶ Ῥωμαίοις δὲ ἐπιστέλλων ἔφη· «Εἰ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς καὶ τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.» Καὶ πάλιν· «Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια.» Ὁ δὲ τῶν ἀγαθῶν κολοφὼν, τὸ ἁμαρτίας ἐλευθέραν εἶναι τὴν ἐπηγγελμένην ζωήν. Ἀφθάρτων γὰρ τῶν σωμάτων ἀνισταμένων καὶ τῶν ψυχῶν τὸ ἄτρεπτον δεχομένων, οὐδὲ μίαν λοιπὸν ἕξει χώραν ἡ ἁμαρτία. Τῆς δὲ ἁμαρτίας ἐκποδὼν γενομένης, καὶ τοῦ διαβόλου μετὰ τῶν δαιμόνων τῇ γεέννῃ παραδοθέντος, παυθήσονται καὶ τῶν ἀγώνων οἱ πόνοι, καὶ τῆς ἥττης τὸ δέος, καὶ ἡ περὶ τῆς νίκης φροντίς. Ἄλυπος δὲ βίος καὶ θυμήρης τοῖς ἀξίοις δοθήσεται, καὶ φωτὸς ἀπολαύσουσι νοεροῦ τε καὶ θείου, μᾶλλον δὲ αὐτοὶ φωτοειδεῖς γενήσονται. «Τότε γὰρ, φησὶν ὁ Κύριος, ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος.» ΚΒʹ. —Περὶ τῆς δευτέρας τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφανείας. Ἔσται δὲ ταῦτα μετὰ τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν. Οὕτω γὰρ καὶ τοῖς ἀποστόλοις ὑπέσχετο· «Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς.» Καὶ αὖθις· «Πάλιν ἐλεύσομαι πρὸς ὑμᾶς καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν.» Καὶ ἐν ἑτέρῳ χωρίῳ· «Τότε ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἐν τῇ δόξῃ αὑτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ. Τότε καθίσει ἐπὶ θρόνου δόξης αὑτοῦ, καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορί-