# Haereticarum fabularum compendium 83.524

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.524

σει αὐτοὺς ἀπ' ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὑτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.» Ταύτην δὲ αὐτοῦ τὴν ἐπιφάνειαν καὶ ὁ θεῖος ἐθεάσατο Δανιήλ. «Ἐθεώρουν, φησὶν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ Παλαιὸς ἡμερῶν ἐκάθισε· τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον, ποταμὸς πυρὸς πορευόμενος εἷλκεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.» —»Καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἤρχετο ὡς Υἱὸς ἀνθρώπου, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ αὐτῷ ἐδόθη ἡ ἐξουσία καὶ ἡ βασιλεία. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ εἰς τὸν αἰῶνα ἔσται.» Καὶ, «Μετεστάθη ἡ ἀρχὴ τῶν θηρίων, καὶ ἐδόθη ἡ βασιλεία ἁγίοις Ὑψίστου.» Τοσαύτη συμφωνία τῶν εὐαγγελικῶν κηρυγμάτων καὶ τῶν προφητικῶν θεσπισμάτων. Ἑνὸς γὰρ Θεοῦ ταῦτα κἀκεῖνα τὰ λόγια. Περὶ τούτου τοῦ πυρὸς καὶ Ἡσαΐας ὁ προφήτης φησί· «Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;» —Καὶ ἐν τῷ τέλει τῆς προφητείας φησίν· «Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται.» Ταύτην καὶ ὁ θεῖος Δαβὶδ θεσπίζων τὴν ἐπιφάνειαν ἔφη· «Θεὸς, θεῶν Κύριος, ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά.» Καὶ ἐν ἑτέρῳ δὲ τῷ ψαλμῷ· «Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ· πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ.» Καὶ πάλιν· «Ὅτι ἥκει κρῖναι τὴν γῆν, κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν εὐθύτητι.» Καὶ διὰ Μαλαχίου τοῦ προφήτου αὐτὸς ὁ τῶν ὅλων Θεός· «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, ἵνα μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.» Καὶ ὁ θεῖος Ἀπόστολος τῷ μακαρίῳ Τίτῳ γράφων, τῇ προτέρᾳ τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείᾳ καὶ τὴν δευτέραν συνέταξεν· «Ἐπεφάνη γὰρ, φησὶν, ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
