# Haereticarum fabularum compendium 83.529

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.529

δὲ ὑμᾶς, ὦ ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς, μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγων, μήτε δι' ἐπιστολῆς ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα Κυρίου.» Διὰ δὲ τούτων δεδήλωκεν, ὥς τινες αὐτοὺς ἐξηπάτησαν, εἰρηκότες τὸν Ἀπόστολον φάναι πελάσαι τοῦ Κυρίου τὴν παρουσίαν. Ὅθεν οὐ μόνον τὴν διὰ ῥημάτων καὶ διὰ γραμμάτων ἀπηγόρευσεν ἀπάτην, ἀλλὰ καὶ διὰ τῆς νομιζομένης προφητικῆς προῤῥήσεως. Τοῦτο γὰρ εἶπε· «Μήτε διὰ πνεύματος.» Εἶτα ἐπάγει· «Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν, ἢ σέβασμα, ὥστε αὐτὸν καὶ εἰς τὸν ναὸν τοῦ θεοῦ ὡς θεὸν καθίσαι, ἀποδεικνύοντα ἑαυτὸν ὅτι ἔστι θεός.» Ἀποστασίαν αὐτὴν τοῦ Ἀντιχρίστου καλεῖ τὴν παρουσίαν. Πολλοὶ γὰρ ὑπὸ τῶν ἐσομένων τεράτων ἐξαπατώμενοι τῆς ἀληθείας ἀποστήσονται, καὶ τὸ ψεῦδος ἀσπάσονται. Ἄνθρωπον δὲ αὐτὸν ἁμαρτίας, καὶ υἱὸν ἀπωλείας ἐκάλεσε, καὶ τὴν ὁρωμένην φύσιν ἐπιδεικνὺς, καὶ τὴν παντοδαπὴν τῆς ἁμαρτίας ἀποκαλύπτων ἐνέργειαν. Ἐδήλωσε δὲ αὐτοῦ καὶ τὴν τυραννίδα, καὶ τὸν τύφον, καὶ τὴν ἀλαζονείαν, ἀντικείμενον καὶ ὑπεραιρόμενον καλέσας, καὶ δείξας, ὡς οὐ μόνον τῶν ψευδωνύμων θεῶν ἑαυτὸν ὑπέρτερον ὀνομάσει, ἀλλὰ κἀν τῷ θείῳ νεῷ ὡς Θεὸς προσεδρεύσει. Θεῖον δὲ νεὼν τὰς ἐκκλησίας καλεῖ. Εἶτα αὐτοὺς ἀναμιμνήσκων ἃ πολλάκις ἐδίδαξεν· «Οὐ μνημονεύετε, φησὶ, ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν τῷ ἑαυτοῦ καιρῷ.» Ἤδη ἂν ὤφθη, φησὶν, εἴπερ αὐτὸν μὴ ἡ θεία διεκώλυσε χάρις, καὶ τῷ ἁρμοδίῳ τὴν ἐκείνου παρουσίαν ἀπεκλήρου καιρῷ. «Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας.» Διὰ δὲ τούτων αἰνίττεται τὰς τηνικαῦτα φυείσας αἱρέσεις. Μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται. Ὁ θεῖος αὐτὸν, φησὶν, ὅρος ἐπέχει φανῆναι. Δεῖ γὰρ, κατὰ τὴν θείαν πρόῤῥησιν, εἰς πάντα τὰ ἔθνη κηρυχθῆναι τὸ Εὐαγγέλιον, εἶθ' οὕτως ἐκεῖνον ὀφθῆναι. «Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὑτοῦ.» Σαφῶς ἔδειξεν, ὡς εὐθὺς ὁ Δεσπότης ἐπιφανεὶς, φροῦδον ἀποφανεῖ τὸν ἀλάστορα, καὶ τοῖς αἰωνίοις παραδώσει κολαστηρίοις, οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασι ψεύδους, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
