# Haereticarum fabularum compendium 83.532

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.532

ἐν πάσῃ ἀπάτῃ ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. Οὐ γὰρ πάντας ἀγρεύσει πρὸς ὄλεθρον, ἀλλὰ τοὺς εὐρίπιστον καὶ εὐεξαπάτητον κεκτημένους τὴν γνώμην. Ἐδίδαξε δὲ, ὡς καὶ Σατᾶν τοῦ διαβόλου τὴν ἐνέργειαν δέξεται. Καθάπερ γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, τοῖς μὲν ἁγίοις προφήταις, καὶ τοῖς ἱεροῖς ἀποστόλοις, καὶ μέντοι καὶ τοῖς ἄλλοις ἁγίοις, διένειμε τοῦ παναγίου Πνεύματος τὰ χαρίσματα, ἐνανθρωπήσας δὲ οὐ μερικήν τινα τῇ ληφθείσῃ φύσει δέδωκε χάριν, ἀλλὰ πᾶν τὸ πλήρωμα τῆς θεότητος, κατὰ τὸν Ἀπόστολον, ηὐδόκησεν ἐν αὐτῷ κατοικῆσαι· οὕτως ὁ διάβολος, τοῖς μὲν ἄλλοις ἀνθρώποις, ὅσοις ἔπεισεν ἐργάτας γενέσθαι πονηρίας, οὐ πάσας ἐντέθεικε τὰς τῆς κακίας ἰδέας· τούτῳ δὲ ὅλος αὐτὸς συναφθεὶς, τὰς παντοδαπὰς αὑτοῦ τῆς πονηρίας δι' αὐτοῦ μηχανὰς ἐπιδείξει. Εἶτα λέγει καὶ τῆς συγχωρήσεως τὴν αἰτίαν· «Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτούς. Καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ.» Ταῦτα καὶ περὶ τοῦ ἀντιχρίστου παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθημεν. Ἐν κεφαλαίῳ δὲ καὶ τὰ περὶ τούτου γεγράφαμεν, ἐπειδήπερ καὶ τὸν προφήτην Δανιὴλ, καὶ τὸν Ἀπόστολον ἑρμηνεύοντες, μακροτέροις τοῖς περὶ τῆς τούτου παρουσίας ἐχρησάμεθα λόγοις, καὶ ῥᾴδιον τῷ βουλομένῳ τοῖς ὑποδείγμασιν ἐντυχεῖν ἐκείνοις, καὶ εἴ τι παραλελοίπαμεν ἐν τούτοις, ἐν ἐκείνοις εὑρεῖν. Ταῦτα παρὰ τῶν θεοφόρων ἀνδρῶν, προφητῶν, φημὶ, καὶ ἀποστόλων, καὶ τῶν ἐκείνους διαδεξαμένων, παρείληφεν ἡ Ἐκκλησία τὰ δόγματα, οὐ δυσσεβεῖς διαπλάσασα μύθους, οὐδὲ ἀνθρωπίνοις ἀκολουθήσασα λογισμοῖς, ἀλλὰ θείοις λόγοις πιστεύσασα. Ἐπειδὴ δὲ καὶ τὴν ἠθικὴν διδασκαλίαν διέφθειραν οἱ παμμίαροι, καὶ ἐναντίας ἀλλήλοις ἐπενόησαν ἀτραπούς· οἱ μὲν γὰρ τὸν γάμον πορνείαν ὠνόμασαν, οἱ δὲ πᾶσαν ἔκθεσμον καὶ ἀθέμιτον ἀκολασίαν ἠσπάσαντο· φέρε καὶ τὸ ἐν τοῖς ἠθικοῖς τῆς Ἐκκλησίας ἐπιδείξωμεν φρόνημα. ΚΔʹ. —Περὶ παρθενίας. Κέρδων μὲν οὖν καὶ Μαρκίων τὴν παρθενίαν ἐνομοθέτησαν τῷ Δημιουργῷ πολεμοῦντες, ἵνα μὴ διὰ τοῦ γάμου τὴν ἐκείνου δημιουργίαν αὐξήσωσιν. Ὁ δὲ Μάνης τὸν γάμον τῆς ὕλης ὠνόμασε συνεργὸν, καὶ τούτου χάριν παρθενεύειν ἐκέλευσε. Σατορνῖλος δὲ καὶ Τατιανὸς προφανῶς τὸν γάμον τοῦ διαβόλου ὠνόμασαν. Ὁ Δεσπότης δὲ Θεὸς νόμους μὲν περὶ παρθενίας οὐ τέθεικεν· οἶδε γὰρ ὑπὲρ φύσιν τὸ χρῆμα· ταῖς δὲ ταύτης εὐφημίαις ἐπὶ τὸν ἀγῶνα τοὺς βουλομένους προέτρεψεν. Εἰρηκότων γὰρ τῶν ἀποστόλων· «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνδρὸς μετὰ γυναικὸς, οὐ συμφέρει γῆμαι,» ὑπολαβὼν ὁ Κύριος εἶπεν· «Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ' οἷς δέδοται. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τοῦ

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
