# Haereticarum fabularum compendium 83.533

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.533

Θεοῦ.» Τοῦτο δὲ οὐ περὶ τῆς τῶν μορίων, ἀλλὰ περὶ τῆς τῶν ἀτόπων λογισμῶν εἴρηκεν ἐκτομῆς. Εἶτα ἐπήγαγεν· «Ὁ δυνάμενος χωρεῖν, χωρείτω.» Οὗ δὴ χάριν καὶ ὁ θεῖος Ἀπόστολος περὶ παρθενίας εἰσφέρων φησίν· «Ἐπιταγὴν Κυρίου οὐκ ἔχω· νόμον γὰρ περὶ παρθενίας ὁ Κύριος οὐ τέθεικε· γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι.» Συμβουλεύω δὲ, φησὶν, οὐ νομοθετῶ, καὶ τοῦτο, οὐ θρασύτητι χρώμενος, ἀλλὰ ψήφῳ θείᾳ τὴν τοῦ κηρύγματος ὑπουργίαν δεξάμενος. «Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν ἀνθρώπῳ τὸ οὕτως εἶναι.» Τὸ δὲ νομίζω τέθεικεν, οὐκ ἐνδοιάζων περὶ ὧν συνεβούλευεν, ἀλλὰ κολάζων τὸν λόγον, ἵνα μὴ γένηται νόμος. Ὁ γὰρ νόμος καὶ παράβασιν ἔχει, ἡ δὲ παράβασις ἐπιφέρει καὶ τιμωρίαν. Τούτου δὲ ἕνεκα τὸ νομίζω προστέθεικεν, ἵνα δείξῃ συμβουλὴν, ἀλλ' οὐ νόμον, ὄντα τὸν λόγον. Εἶτα δείκνυσι, τί καλὸν προσηγόρευσεν· «Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα.» Τῶν γὰρ αἱρετικῶν τὰ δηλητήρια φάρμακα προορῶν, κατασκευάζει τὴν προφυλακτικὴν θεραπείαν. Διὸ δὴ πρότερον ἐβεβαίωσε τοῦ γάμου τὸν νόμον, εἶθ' οὕτως τὰς περὶ τῆς παρθενίας ὑποθήκας εἰσήνεγκεν. Ἵνα γὰρ μή τις αὐτὸν ὑπολάβῃ τοῦ γάμου κατηγοροῦντα τὴν ἁγνείαν νομοθετεῖν, ἀναγκαίως τοῦ γάμου τὸν νόμον ἐκράτυνεν, εἰπών· «Μὴ ζήτει λύσιν·» ταὐτὸ δὲ τοῦτο τεθεικὼς ἐπὶ τῆς ἁγνείας, καὶ εἰπών· «Μὴ ζήτει γυναῖκα,» οὐκ ἐνέμεινε τῷ ὅρῳ, ἀλλ' ἐπήγαγεν· «Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες, καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν.» Οὐ γὰρ ὡς παρανομίαν παραινῶ φεύγειν τὸν γάμον, ἀλλ' ὡς ἐπὶ κρείττονα βίον προτρέπων. Ἐπιδείκνυσι δὲ καὶ τὸ κέρδος τῆς παρθενίας. Περὶ γὰρ τῶν γαμούντων ἔφη· «Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι.» Εἰς πολλὰς γὰρ ὁ γεγαμηκὼς περισπᾶται φροντίδας, οὐ μόνον γυναικὸς, ἀλλὰ καὶ παίδων, καὶ οἰκετῶν, καὶ θεραπαινίδων ἐπιμελούμενος· καὶ τοῦτο σημαίνων ἔφη· «Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι.» Γυμνοῖ δὲ καὶ τὴν οἰκείαν φιλοστοργίαν· ἔφη γάρ· «Ἐγὼ δὲ ὑμῶν φείδομαι.» Καὶ μετ' ὀλίγα· «Θέλω δὲ ἀμερίμνους ὑμᾶς εἶναι.» Εἶτα σύγκρισιν ποιεῖ καὶ παρεξέτασιν τοῦ γεγαμηκότος καὶ τοῦ τὴν ἀγαμίαν ἀσπαζομένου. «Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας, μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί.» Διαῤῥήδην δὲ ἐδίδαξεν ἐν τούτοις τῆς παρθενίας τὴν χρείαν. Οὐ γὰρ ὡς παράνομον κελεύει φεύγειν τὸν

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
