Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.536
Not analysed yet
γάμον, ἀλλ' ὡς φροντίδων ἐλευθέραν μετιέναι τὴν παρθενίαν. Εἰς πολλὰ γὰρ ἡ τῶν γεγαμηκότων μεριζομένη διάνοια, τὸν ἀκριβῆ καὶ τέλειον κατορθῶσαι βίον κωλύεται· οἱ δὲ τὴν μοναδικὴν ζωὴν προελόμενοι πᾶσαν ἀπονέμουσι τοῖς θείοις τὴν μέριμναν. Ἐπιμένει δὲ, καὶ τὸ συμφέρον ἐπιδεικνὺς, καὶ τὴν νομικὴν ἀνάγκην ἐκβαλὼν τοῦ λόγου· «Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω.» Οὐ γὰρ ἀνάγκῃ τὸν οὐ βουλόμενον ἕλκω, ἀλλὰ τὴν φυομένην ὄνησιν ἐπιδείκνυμι. Διὰ τοῦτο γὰρ ἐπήγαγεν· «Ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως.» Ὁ γὰρ τῆς γαμικῆς ζεύγλης ἐλεύθερος, εὐπετῶς ἕλκει τὸν τούτου ζυγὸν, οὐδενὸς αὐτὸν ἑτέρου τῆς ἀγαθῆς προσεδρείας ἀφέλκοντος. Καὶ ἐπιμένει τὴν τῶν δυσωνύμων αἱρετικῶν διελέγχων νομοθεσίαν· φησὶ γάρ· «Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὑτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίγνεσθαι, ὃ θέλει ποιείτω, οὐχ ἁμαρτάνει, γαμείτωσαν.» Τοῦτο δὲ λέγει περὶ τῶν μηδέπω τὰς περὶ τῆς παρθενίας πεποιημένων συνθήκας. «Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὑτοῦ, τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιεῖ.» Τὸ οὐκ ἔχων ἀνάγκην, ἀντὶ τοῦ, μὴ ὑπ' ἄλλου τελῶν ἐξουσίαν. Τοὺς γὰρ οἰκέτας δρᾷν ἃ θέλουσιν οἱ δεσπόται κωλύουσιν. Οὕτω καὶ τῷ κατεγγυᾷν βουλομένῳ, καὶ τῷ φυλάττειν ἁγνὴν τὴν θυγατέρα προθυμουμένῳ δεδωκὼς ἐξουσίαν, ἐπήγαγεν· «Ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων, κρεῖσσον ποιεῖ.» Τοιούτους περὶ παρθενίας ὅρους παρὰ τῶν θεολόγων ἀνδρῶν ἐδεξάμεθα, οὐ τοῦ γάμου κατηγοροῦντας, ἀλλ' ἐπὶ τὸν ἀφρόντιδα βίον τοὺς βουλομένους προτρέποντας. ΚΕʹ. —Περὶ γάμου. Προὔργου δὲ οἶμαι, καὶ τοὺς περὶ τοῦ γάμου νόμους διεξελθεῖν, καὶ τῶν τούτου κατηγορούντων διελέγξαι τὸ θράσος Ἀπόχρη δὲ καὶ ἡ τοῦ γένους διαφορὰ, δεῖξαι τὴν τῆς δημιουργίας αἰτίαν. Τούτου γὰρ δὴ χάριν γυναῖκα διέπλασε τῶν ὅλων ὁ Ποιητὴς, ἀνθ' ὅτου καὶ αὐτὴν βοηθὸν προσηγόρευσεν. «Ποιήσωμεν γὰρ, ἔφη, τῷ Ἀδὰμ βοηθὸν κατ' αὐτόν.» Οὐ μόνον δὲ διέπλασεν, ἀλλὰ καὶ συνέζευξε τῷ ἀνδρὶ, καὶ κατὰ τὸν νῦν πολιτευόμενον νόμον, ἀπήγαγε πρὸς τὸν ἄνδρα, καὶ αὐτὸς ἐγένετο νυμφοστόλος καὶ νυμφευτὴς, αὐτὸς οἷόν τι δῶρον τῷ γάμῳ τήνδε τὴν εὐλογίαν προσήνεγκεν, «Αὐξάνεσθε, λέγων, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.» Ταύτην πρώτην τῶν ἀνθρώπων τὸ γένος παρὰ τοῦ Θεοῦ τῶν ὅλων τὴν εὐλογίαν ἐδέξατο. Καὶ πολλοῖς