# Haereticarum fabularum compendium 83.537

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.537

δὲ ὕστερον χρόνοις, τοῦ κατακλυσμοῦ τὴν πανωλεθρίαν ἐπαγαγὼν, οὐκ ἄνδρας μόνους, ἀλλὰ καὶ γυναῖκας ἰσαρίθμους τοῖς ἀνδράσιν εἰσελθεῖν εἰς τὴν κιβωτὸν παρηγγύησε, καὶ μετὰ τὴν παῦλαν τῆς τιμωρίας, τὴν προτέραν εὐλογίαν ἀνενεώσατο. Καὶ τούτοις γὰρ εἶπεν· «Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν.» Καὶ Ἀβραὰμ δὲ τὸν πατριάρχην ἐκ τῆς πατρῴας ἐξαγαγὼν γῆς, ἐκέλευσεν ἰδεῖν τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὑπέσχετο τούτων ἰσαρίθμους ἀποφῆναι τοὺς ἀνθρώπους· «Ποιήσω γὰρ, ἔφη, τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.» Εἰ δὲ πονηρὸς ἦν ὁ γάμος, οὐκ ἂν τοῦτον ἐξ ἀρχῆς ἐνομοθέτησεν ὁ Δεσπότης Θεὸς, οὐκ ἂν εὐλογίαν τὴν παιδογονίαν ἐκάλεσε. Διὰ γὰρ δὴ τοῦτο καὶ πλείους ἔχειν γυναῖκας τοὺς παλαιοὺς οὐκ ἐκώλυσεν, ἵνα αὐξηθῇ τῶν ἀνθρώπων τὸ γένος. Ταύτης ἕνεκα τῆς αἰτίας, καὶ οἱ θεοφιλεῖς ἄνδρες, καὶ δυσὶ, καὶ τρισὶ, καὶ πλείοσι συνήπτοντο γυναιξὶ, πλειόνων γενέσθαι πατέρες παίδων ἐπιθυμοῦντες. Ὅτι γὰρ οὐχ ἡδυπαθείᾳ δουλεύοντες τῆς τῶν πλειόνων γυναικῶν ὁμιλίας ἠνείχοντο, μαρτυρεῖ μὲν Ἀβραὰμ ὁ πατριάρχης μετὰ τὰς πολλὰς τῆς Σάῤῥας παρακλήσεις τῇ Ἄγαρ ὡμιληκὼς, εἶτα μετὰ τὸν τόκον οὐκ ἔτι ταύτῃ πελάσας. Μαρτυρεῖ δὲ καὶ ὁ πάνσοφος Ἰακὼβ, ὁ παρὰ γνώμην μὲν τὴν Λείαν λαβὼν, διὰ δὲ τὴν τῶν ὁμοζύγων ζηλοτυπίαν, τῆς τῶν παιδισκῶν ἀνασχόμενος κοινωνίας. Κἀκεῖναι δὲ, οὐχ ἡδονῇ δουλεύουσαι, ἀλλὰ πλειόνων παίδων ἐπιθυμοῦσαι γενέσθαι μητέρες, τὴν ἔριν πρὸς ἀλλήλας ἐσχήκασιν. Τοὺς μὲν οὖν τροφίμους τῆς πίστεως καὶ ἡ Παλαιὰ διδάσκει Γραφὴ τοῦ γάμου τὸν σκοπόν. Οἱ δὲ τοὺς παλαιοὺς οὐ δεχόμενοι νόμους, ἐκ τῆς Καινῆς διδασκέσθωσαν τὰ ὅμοια. Πάντως γὰρ κἀνταῦθα τῶν ἐπαινουμένων ὁ γάμος. Τῶν γὰρ ἀποστόλων ὁ πρῶτος ἐκ τῆς τῶν γεγαμηκότων ἐκλήθη συμμορίας. Καὶ μάρτυρες οἱ εὐαγγελισταὶ, διαῤῥήδην διδάσκοντες ὡς τὴν τούτου πενθερὰν πυρέττουσαν ὁ Δεσπότης ἰάσατο. Αὐτὸς δὲ ὁ Κύριος, οὐ μόνον οὐκ ἀπηγόρευσε γάμον, ἀλλὰ καὶ εἱστιάθη ἐν γάμῳ, καὶ τὸν ἀγεώργητον οἶνον δῶρον τῷ γάμῳ προσήνεγκεν. Οὕτω δὲ τοῦ γάμου τὸν νόμον ἐκράτυνεν, ὅτι καὶ τὸν διαλῦσαι τὸν γάμον δίχα πορνείας βουλόμενον ἑτέρῳ νόμῳ κωλύει. «Πᾶς γὰρ, φησὶν, ὁ ἀπολύων τὴν γυναῖκα αὑτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχᾶσθαι.» Εἶτα τῶν Φαρισαίων εἰρηκότων τὸν παλαιὸν προστεταχέναι νόμον δοῦναι βιβλίον ἀποστασίου, ἡρμήνευσεν αὐτοῖς τὸν τοῦ νόμου σκοπόν· ἔφη γάρ· «Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός.» —»Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
