Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.540
Not analysed yet
οἱ δύο εἰς σάρκα μίαν.» Οὕτω πρῶτον τὸν νόμον ἀναγνοὺς ὃν αὐτὸς ἐδεδώκει, ἐπήγαγεν· «Ὥστε οὐκέτι εἰσὶ δύο. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» Ταῦτα δὲ πάντα τοῦ γάμου τὸ ἔννομον δείκνυσι. Καὶ ὁ μέγας δὲ Πέτρος τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν συνημμένους μὲν οὐ διέστησε, κεκλοφότας δὲ θερμῶς ἄγαν διήλεγξε. Τὸ μὲν γὰρ ἔννομον ἦν, τὸ δὲ λίαν παράνομον. Ὁ δὲ θεῖος ἀπόστολος Παῦλος, τῷ Φιλήμονι καὶ τῇ Ἀπφίᾳ, νόμῳ γάμου συνεζευγμένοις, ἔγραψε τελείαν ἐπιστολήν. Κορινθίοις δὲ μαθεῖν θελήσασιν, εἰ δεῖ τοὺς τῷ Κυρίῳ πεπιστευκότας προτιμῆσαι τὴν ἁγνείαν τοῦ γάμου, ταῦτα δεδήλωκε· «Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.» Οὕτω ταῦτα νομοθετήσας, τὴν περὶ ἀλλήλους εὔνοιαν βεβαίαν ἔχειν παρεγγυᾷ· «Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.» Ἐπειδὴ δὲ εἰκὸς ἦν, ἢ τὸν ἄνδρα, ἢ τὴν γυναῖκα, τῆς συναφείας τὴν ἐγκράτειαν προτιμῆσαι, τούτου δὲ συμφώνως οὐ γιγνομένου, εἰς πορνείαν συνέβαινεν ἐκπεσεῖν τὸν καρτερεῖν οὐ δυνάμενον, ἀπαγορεύει τὴν δίχα συμφωνίας ἐγκράτειαν, καί φησιν· «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνὴρ, καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή.» Ὑπὸ τὴν ἀλλήλων, φησὶν, ἐξουσίαν τελεῖτε. Οὐ δύνασαι δρᾷν ὃ βούλει, δίχα τοῦ συνέλκοντος τὸν ζυγόν. Καὶ κρατύνων τὸν νόμον, ἐπήγαγε· «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε.» Στέρησιν δὲ κέκληκε, τὴν παρὰ γνώμην γιγνομένην παῦλαν τῆς ὁμιλίας. Θατέρου γὰρ ἐγκρατευομένου θάτερον νομίζει μέρος ἀποστερεῖσθαι τῆς κοινωνίας. Διδάσκει δὲ καὶ τίνος ἕνεκα μετὰ τὴν προσευχὴν καὶ τὴν νηστείαν συνελθεῖν πάλιν ἐκέλευσεν· ἐπήγαγε γάρ· «Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς.» Καὶ δεικνὺς ὡς ἐξ ἡμῶν ἐκεῖνος τοῦ πολέμου λαμβάνει τὰς ἀφορμὰς, ἀναγκαίως προστέθεικε· «Διὰ τὴν ἀκρασίαν ὑμῶν.» Ὑμῶν γὰρ, φησὶν, ἀγωνιζομένων, οὐδαμῶς ἐκεῖνος ἰσχύσει. Εἶτα προτρέπων ἐπὶ τὰ κρείττονα. φησί· «Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Θέλω γὰρ πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ, ἀλλ' ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ τοῦ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.» Εἰ δὲ ὁ τρισμακάριος Παῦλος Θεοῦ χάρισμα τὸν μετὰ σωφροσύνης ὠνόμασε γάμον, δῆλοι τῶν δυσωνύμων αἱρετικῶν οἱ παράνομοι νόμοι. Καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας· «Τοῖς δὲ γεγαμηκόσι, φησὶ, παραγγέλλω οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.» Τοσοῦτον