# Haereticarum fabularum compendium 83.541

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.541

ἀπέχει τοῦ κωλύσαι τὸν γάμον, ὅτι καὶ τὸν διασπώμενον δεσποτικοῖς νόμοις συνέχει. Οὐ γὰρ ἐγὼ, φησὶ, τοῦτον τὸν νόμον γράφω, ἀλλ' ὁ Δεσπότης Θεὸς, ὃς ἐν τοῖς Εὐαγγελίοις προστέθεικε τοῖς θείοις, καὶ τὴν χωρισθεῖσαν δὲ μεῖναι ἄγαμον διηγόρευσε, ταύτῃ βιαζόμενος ἀνελθεῖν πρὸς τὸν ἄνδρα. Καὶ μὴν καὶ ταῖς ἀπίστους ἐχούσαις ἄνδρας, καὶ τοὺς ἀπίστοις γυναιξὶ συνημμένους, παραγγέλλει μὴ διαλύσαι τὸν γάμον. «Εἴ τις γὰρ, φησὶν, ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· καὶ γυνὴ, εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν.» Εἰ δὲ τὸν οὐκ ἔχοντα τὴν τῆς πίστεως συμφωνίαν οὐ διέλυσε γάμον, δῆλον ὅτι τὸν γάμον ἔννομον, ἀλλ' οὐ παράνομον οἶδεν. Κϛʹ. —Περὶ δευτέρου γάμου. Καὶ τί λέγω τὸν πρῶτον γάμον; καὶ δευτέραν ἐνομοθέτησε συνάφειαν. «Λέγω γὰρ, ἔφη, τοῖς ἀγάμοις, καὶ ταῖς χήραις· καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι, ἢ πυροῦσθαι.» Πύρωσιν δὲ, οὐ τὴν ἐνόχλησιν τῆς ἐπιθυμίας, ἀλλὰ τὴν ἧτταν ὠνόμασε. Καὶ μετ' ὀλίγα δὲ βεβαιοῖ τὸν νόμον· λέγει δὲ οὕτως· «Γυνὴ δέδεται νόμῳ ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ καὶ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ· τουτέστι σωφρόνως τε καὶ ἐννόμως, εὐσεβεῖ ἀνδρὶ καὶ πιστῷ.» Καὶ περὶ ἐγκρατείας συμβουλεύει· «Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην.» Καὶ τῇ ἐπαγωγῇ δείκνυσι τοῦ νόμου τὸ ἀξιόπιστον· «Δοκῶ γὰρ, ἔφη, κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.» Οὐ τοῖς λογισμοῖς ἀνθρωπίνοις κεχρημένος νομοθετῶ, ἀλλ' ὄργανον τοῦ θείου γιγνόμενος Πνεύματος. Ἐπισημήνασθαι δὲ χρὴ, ὡς οὐ μακαρίαν, ἀλλὰ μακαριωτέραν εἶπε τὴν ἐγκρατευομένην, ταύτῃ διδάσκων, ὡς καὶ ἡ τὸν δεύτερον γάμον ἀσπαζομένη, οὐ παντάπασι τῆς μακαριότητος ἔρημος, εἴπερ ἄρα κατὰ τὸν κείμενον νόμον δέξαιτο τὸν ζυγόν. Καὶ Ῥωμαίοις δὲ γράφων, καὶ νόμου καὶ χάριτος διδάσκων διαφορὰν, τοῦ δευτέρου γάμου τέθεικε τὸ παράδειγμα. «Ἢ ἀγνοεῖτε γὰρ, φησὶν, ἀδελφοί (γινώσκουσι γὰρ νόμον λαλῶ)· ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ;» Εἶτα τὸ παράδειγμα· «Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.» Κἀνταῦθα τοίνυν κατασκευάζων ἕτερον, ἔδειξε τὸν δεύτερον οὐκ ἀπόβλητον γάμον. Καὶ τῷ μακαρίῳ δὲ Τιμοθέῳ γράφων, καὶ περὶ τῶν ἐκκλησιαστικῶν ταγμάτων νομο-

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
