# Haereticarum fabularum compendium 83.544

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.544

θετῶν, πολλὰ περὶ τοῦ τῶν χηρῶν καταλόγου διεξελθὼν, ἐπήγαγε· «Νεωτέρας δὲ χήρας παραιτοῦ.» Καὶ τὰς αἰτίας δὲ εἰπὼν, ἐπάγει· «Βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν.» Ἀλλὰ Παύλου λέγοντος, Βούλομαι, Ναύατος τολμᾷ λέγειν, Οὐ βούλομαι. Ἀλλ' ἡμεῖς τοῖς Παύλου νόμοις ἀκολουθῶμεν, Ναυάτου δὲ τὴν ἀλαζονείαν οἰμώζειν ἐῶμεν. ΚΖʹ. —Περὶ πορνείας. Τὴν δὲ πορνείαν, καὶ πᾶσαν ἀκολασίαν, ὡς παρανόμους ἀπαγορεύομεν πράξεις. Ἀκούομεν γὰρ τοῦ θειοτάτου Παύλου βοῶντος· «Πορνεία δὲ, καὶ ἀκαθαρσία, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις.» Καὶ πάλιν· «Μή τις πόρνος, ἢ βέβηλος ὡς Ἡσαῦ.» Καί· «Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.» Καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ· «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Διὰ τήνδε τὴν ἀκολασίαν, καὶ τὸν πεπορνευκότα παρέδωκε τῷ Σατανᾷ, καὶ διαῤῥήδην βοᾷ· «Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Ταύτῃτοι καὶ προτροπάδην ἀποδιδράσκειν τὴν ἀκολασίαν κελεύει. «Οὐκ οἴδατε γὰρ, φησὶν, ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.» Καὶ Γαλάταις δὲ τὴν αὐτὴν διδασκαλίαν προσήνεγκε· «Φανερὰ γάρ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις. Ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.» Ταῦτα δὲ Βασιλίδης, καὶ Καρποκράτης, καὶ Ἐπιφάνης, καὶ Πρόδικος, καὶ οἱ λοιποὶ τῆς ἀσελγείας καὶ τῆς παρανομίας διδάσκαλοι, ἀνέγνωσαν μὲν, ἐναντίαν δὲ νομοθεσίαν εἰσήνεγκαν, ἀναφανδὸν ἀντιταξάμενοι τοῖς νόμοις τοῦ Πνεύματος. Συνῳδὰ δὲ καὶ Ἐφεσίοις ἐπέστειλε· «Λέγω γὰρ, ἔφη, καὶ διαμαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι τὴν διάνοιαν ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· οἵτινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρ-

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
