Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.545
Not analysed yet
σίας ἐν πλεονεξίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης·» Καὶ τὰ τούτων ἀκόλουθα. Καὶ μετ' ὀλίγα· «Τοῦτο γάρ ἐστε γιγνώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.» Ταῦτα καὶ Φιλιππησίοις ἐπέστειλε· «Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα ἀγαθὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε, καὶ εἴδετε ἐν ἐμοί.» Ὡσαύτως δὲ καὶ Κολοσσαεῦσι γράφει· «Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.» Καὶ ἡ Παλαιὰ δὲ Γραφὴ συνῳδὰ νενομοθέτηκε τῇ Καινῇ. Καὶ γὰρ αὐτός φησιν ὁ Θεός· «Ἅγιοι γίγνεσθε καθὼς κἀγὼ ἅγιός εἰμι.» Καί· «Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν μὲν γλυκαίνει τὸν σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις.» Καὶ ἄλλα δὲ μύρια ἔστιν εὑρεῖν ταυτησὶ τῆς ἀκολασίας κατηγοροῦντα. Οἱ δὲ παμμίαροι καὶ δυσώνυμοι, καὶ μυστικὴν κοινωνίαν ὠνόμασαν τὴν ἀσέλγειαν. ΚΗʹ. —Περὶ μετανοίας. Ἡ δὲ θεία Γραφὴ οὐ μόνον ἀπαγορεύει παρανομίας, ἀλλὰ καὶ θεραπεύει τοὺς τὰ τούτων τραύματα δεξαμένους. Τὴν γὰρ Ναυάτου θηριωδίαν βδελύττεται, καὶ κατηγορεῖ τῶν ποιμένων, ὅσοι ταύτην οὐκ ἐποιήσαντο τῶν προβάτων τὴν ἐπιμέλειαν. Καί φησιν αὐτὸς ὁ Θεός· «Ὦ οἱ ποιμένες, τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ ἄῤῥωστον οὐκ ἰάσασθε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε, καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐπεζητήσατε.» Ὁ δὲ τῶν ταύτην μὴ πεποιημένων τὴν προμήθειαν κατηγορῶν, δῆλον ὅτι βούλεται θεραπείας ἀξιοῦσθαι τὰ ἀσθενῆ τῶν προβάτων· διά τοι τοῦτο πρὸς τὸν αὐτὸν ἔφη προφήτην· «Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός μου λόγον, καὶ προφυλάξεις αὐτὸν παρ' ἐμοῦ. Ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ, Θανάτῳ ἀποθανῇ, καὶ μὴ διαστείλῃ τῷ ἁμαρτωλῷ