# Haereticarum fabularum compendium 83.548

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.548

τοῦ φυλάξασθαι τὸν ἀσεβῆ, τοῦ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς τοῦ ζῆσαι αὐτὸν, αὐτὸς ὁ ἄνομος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.» Καὶ μετ' ὀλίγα· «Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ πονηρᾶς, καὶ ζῇν αὐτόν.» Εἶτα παραινετικῶς· «Ἐπιστροφῇ ἐπιστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;» Ἔπειτα κελεύει τῷ προφήτῃ, καὶ τοῦτον πρὸς αὐτοὺς διαπορθμεῦσαι τὸν λόγον· «Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου· Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ. καὶ ἀνομία ἀνόμου οὐ μὴ ἀποκτείνῃ αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὑτοῦ, καὶ ποιήσῃ κρῖμα καὶ δικαιοσύνην, καὶ ἐνεχυριασμὸν ὀφείλοντος ἀποδῷ, καὶ ἅρπαγμα ἀποτίσει. Εἰ ὁ ἄνομος ἐν τοῖς προστάγμασι τῆς ζωῆς διαπεπόρευται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ, πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἃς ἥμαρτεν οὐ μὴ μνησθήσονται αὐτοῦ, ὅτι κρῖμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζήσεται.» Καὶ τῷ Ναβουχοδονόσορ ὁ μακάριος Δανιὴλ τὰ τῆς μετανοίας προσενήνοχε φάρμακα. «Καὶ νῦν γὰρ, φησὶ, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· καὶ ἐν ἐλεημοσύνῃ ἀπόλουσαι τὰς ἀνομίας σου, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων.» Ἡ δὲ τοῦ θείου Ἱερεμίου προφητεία ταυτησὶ τῆς διδασκαλίας ἀνάπλεως. Νῦν μὲν γάρ φησιν· «Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος ὁ Θεός.» Νῦν δέ· «Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἰσραὴλ, ἵνα σωθῇς, μήποτε εὑρεθῶσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου.» Καὶ πάλιν· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;» Καὶ ἄλλας δὲ πλείστας ἔστιν εὑρεῖν τοιαύτας παρ' αὐτῷ νουθεσίας. Καὶ ὁ πάνσοφος δὲ Ἡσαΐας βοᾷ· «Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις.» Κἀν τῷ προοιμίῳ δὲ παμπόλλας τοῦ λαοῦ παρανομίας διεξελθὼν, καὶ δείξας τὸ τῆς νόσου δυσίατον, «Οὐκ ἔστι γὰρ, ἔφη, μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους.» Μετ' ὀλίγα, τὴν τῆς μετανοίας αὐτοῖς προσήγαγε θεραπείαν, πρὸς ἣν ἔλεγε· «Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν.» Εἶτα ὑπισχνεῖται ἐρίῳ λευκῷ καὶ χιόνι παραπλησίους

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
