Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.549
Not analysed yet
αὐτοὺς ἀποφαίνειν, εἰ καὶ κόκκινον καὶ φοινικὴν ἔχοιεν χροιάν· Τοῦτο δὲ μόνῳ τῷ Θεῷ δυνατόν· οἱ γὰρ δευσοποιοὶ εἰς μὲν ἄλλα χρώματα τὸ λευκὸν μεταβάλλουσιν, ἄλλο δέ τι τῶν χρωμάτων μεταβαλεῖν εἰς λευκὸν οὐκ ἰσχύουσι· τῷ δὲ Ποιητῇ πάντα ῥᾴδια. Ἀλλὰ γὰρ πέρα τοῦ μέτρου μηκυνοῦμεν τὸν λόγον, εἰ πάσας τὰς τῶν προφητῶν παραινέσεις συλλέξαιμεν· πλήρης γὰρ τούτων καὶ ἡ προφητικὴ μελῳδία, καὶ τῶν ἄλλων προφητῶν τὰ θεσπίσματα. Ἀλλ' οἱ τὸν Ναυάτου διαδεξάμενοι τῦφον, μετὰ τὸ βάπτισμά φασι μὴ χρῆναι τοῖς ἁμαρτάνουσι θεραπείαν προσφέρειν. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς καὶ οἱ παλαιοὶ τύπον εἶχον τῶν ἱερῶν μυστηρίων τὰ περιῤῥαντήρια, καὶ τὰς θείας ἱερουργίας. Ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἄνοιαν αὐτὴν διελέγξωμεν, τὸν Ἀαρὼν εἰς μέσον ἀγάγωμεν. Οὗτος γὰρ χρισθεὶς, καὶ πρῶτος ἀρχιερεὺς χειροτονηθεὶς, καὶ τοῦ θείου Πνεύματος τὴν χάριν δεξάμενος, εἶξε μὲν ταῖς δυσσεβέσιν αἰτήσεσι τοῦ παρανόμου λαοῦ, κατεσκεύασε δὲ τὴν εἰκόνα τοῦ μόσχου, καὶ θυσίας μετὰ τῶν ἄλλων προσενήνοχε Λευϊτῶν· ἀλλ' ὅμως συγγνώμης τετύχηκε, καὶ ἀρχιερατεύων μέχρι τελευτῆς διετέλεσε. Καὶ ὁ μέγας δὲ Δαβὶδ, προφήτης ὢν καὶ τοῦ θείου Πνεύματος τὴν χάριν ἔνοικον κεκτημένος, δύο χαλεπὰς παρανομίας εἰργάσατο, ἀλλὰ τὰ τραύματα διὰ μετανοίας ἰάσατο, καὶ οὐκ ἐγυμνώθη τῆς τοῦ Πνεύματος χάριτος, ἀλλὰ καὶ μετὰ τὴν ἁμαρτίαν πολλὰ τῶν ἐσομένων ἐθέσπισε. Περὶ τοῦ ἐν Κορίνθῳ πεπορνευκότος τί ἂν εἴποιεν, ὃς οὐ μόνον θείων μυστηρίων ἠξίωτο, ἀλλὰ καὶ διδασκαλικοῦ τετύχηκεν χαρίσματος; οὗ δὴ χάριν ὡς ἐπὶ σοφῷ καὶ πεπαιδευμένῳ μέγα φρονούντων τῶν ὑπ' ἐκείνῳ τελούντων, ὁ θεῖος Ἀπόστολος κατηγόρησεν εἰπών· «Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.» Ἀλλ' ὅμως καὶ διδάσκαλον ὄντα, καὶ μεγίστην παρανομίαν τετολμηκότα παραδοὺς τῷ Σατανᾷ, πάλιν αὐτὸν ἐξήρπασε τῶν ἐκείνου χειρῶν, καὶ τῷ τῆς Ἐκκλησίας ἀποδέδωκε σώματι. Γράφει δὲ οὕτως ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· «ᾯ δέ τι χαρίζεσθε, καὶ ἐγώ. Καὶ γὰρ ἐγὼ εἴ τι κεχάρισμαι, ᾧ κεχάρισμαι, δι' ὑμᾶς.» Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ πρὸς χάριν ἀνθρώπων τοῦτο πεποιηκέναι, προστέθεικεν· «Ἐν προσώπῳ Χριστοῦ, τουτέστιν ὡς ὁρῶντος τοῦ Δεσπότου τῶν ὅλων, ὡς ἐπιστάμενος, ὅτι καὶ αὐτῷ ἀρέσκει τοῦτο γιγνόμενον.» Ὅθεν καὶ τὴν αἰτίαν ἐπάγει· «Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.» —»Ὥστε ὑμᾶς μᾶλλον χαρίσασθαι, καὶ παρακαλέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.» Τοιαύτην εἶχον εὐσπλαγχνίαν οἱ τῆς Ἐκκλησίας διδάσκαλοι· ἰατροὶ γὰρ ἦσαν πνευματικοὶ, τῶν μὲν ἐῤῥωμένων τὴν ὑγείαν φυλάτ-