# Haereticarum fabularum compendium 83.552

Theodoretus, Haereticarum fabularum compendium, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/haereticarum-fabularum-compendium/83.552

τοντες, τῶν δὲ κακῶς διακειμένων τὰς νόσους ἐλαύνοντες. Τοῦτο πραγματευόμενος, καὶ ταῦτα τοῖς πρὸς τούτοις ἐντέθεικε γράμμασι· «Μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.» Οὕτως Γαλάτας παρατραπέντας τῆς πίστεως, καὶ μετὰ τὴν κλῆσιν τῆς χάριτος καὶ τὴν τῶν θείων μυστηρίων ἀπόλαυσιν, τὴν περιτομὴν δεξαμένους, καὶ τῶν νομικῶν παρατηρήσεων ἀσπασαμένους τὴν φυλακὴν, ἐπανάγει πρὸς τὴν σωτηρίαν, καὶ τὰ τῆς μετανοίας αὐτοῖς ἐπιτίθησι φάρμακα, καὶ ἀφίησι μητρὸς φιλοστόργου φωνήν· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ταύτην δὲ ἡμῖν τὴν διδασκαλίαν καὶ ὁ Δεσπότης Χριστὸς διὰ τῶν οἰκείων παραβολῶν προσενήνοχε. Καὶ γὰρ τὸ ἀπολωλὸς πρόβατον, καὶ ἡ ἐκπεσοῦσα δραχμὴ, τῶν ἡμαρτηκότων ἐπιμέλεσθαι διδάσκουσιν. Ὁ δὲ ἄσωτος υἱὸς ἄντικρυς τὴν μετὰ τὸ βάπτισμα γεγενημένην παράβασιν δηλοῖ. Τῆς γὰρ πατρῴας οὐσίας τὴν προσήκουσαν μοῖραν λαβὼν, καὶ ταύτην ἀσώτως κατεδηδοκὼς, ἐπανῆλθεν· ἀλλ' ὅμως τῆς πρώτης ἠξιώθη στολῆς, καὶ διὰ τοῦ δακτυλίου τὴν εἰκόνα τὴν θείαν ἀπέλαβε, καὶ τοῦ σιτευτοῦ ἀπήλαυσε μόσχου, καὶ ἑορτὴν μεγίστην ἐσχεδίασε τῷ πατρί. Καὶ πᾶσα δὲ τοῦ Κυρίου διδασκαλία καὶ πρᾶξις, τὴν τῶν ἁμαρτωλῶν ἰατρείαν διδάσκουσι, καὶ οἱ κληθέντες τελῶναι, καὶ ἡ προσελθοῦσα πόρνη, καὶ ὁ πιστεύσας λῃστὴς, καὶ τῆς φιλανθρωπίας οἱ λόγοι· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Οὐ γὰρ χρείαν ἔχουσιν· οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες.» Εἰ δὲ ταῦτα πρὸ τοῦ βαπτίσματος λέγουσι γεγενῆσθαι, τὸν πρῶτον τῆς Ἐκκλησίας θεμέλιον καταμάθωσι κλονούμενον, καὶ ὑπὸ τῆς θείας χάριτος βεβαιούμενον. Τρὶς γὰρ ὁ μέγας ἀρνησάμενος Πέτρος ἔμεινε πρῶτος, τοῖς δάκρυσι τοῖς οἰκείοις θεραπευθείς. Ταύτην αὐτῷ καὶ τοῖς ἀδελφοῖς· προφέρειν τὴν θεραπείαν ὁ Δεσπότης ἐκέλευσε· «Καὶ σὺ γὰρ, φησὶν, ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου.» Καὶ προσευχῆς δὲ τύπον τοῖς μαθηταῖς δεδωκὼς, προσέταξε λέγειν· «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.» Ταύτην δὲ τὴν προσευχὴν οὐ τοὺς ἀμυήτους, ἀλλὰ τοὺς μυσταγωγουμένους διδάσκομεν. Οὐδεὶς γὰρ τῶν ἀμυήτων λέγειν τολμᾷ· «Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς,» μήπω δεξάμενος τῆς υἱοθεσίας τὸ χάρισμα. Ὁ δὲ τῆς τοῦ βαπτίσματος τετυχηκὼς δωρεᾶς, Πατέρα καλεῖ τὸν Θεὸν, ὡς εἰς τοὺς υἱοὺς τελέσας τῆς χάριτος. Οὗτοι τοίνυν προσετάχθησαν λέγειν· «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν.» Ἰάσιμα τοιγαροῦν καὶ τὰ μετὰ τὸ βάπτισμα γενόμενα τραύματα· ἰάσιμα δὲ, οὐχ ὡς πάλαι διὰ πίστεως μόνης τῆς ἀφέσεως διδομένης· ἀλλὰ διὰ δακρύων πολλῶν, διά τε ὀδυρμῶν, καὶ κλαυθμῶν, καὶ νηστείας, καὶ προσευχῆς, καὶ πόνου· τῇ ποσότητι τῆς γεγονυίας ἁμαρτίας συμμετρουμένου. Οὔτε γὰρ ἀπαγορεύειν ἐδιδάχθημεν τοὺς μὲν οὕτω διακειμένους, οὔτε προχείρως

---

Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg031.local001/.
