Ancient Greek
Book 1, Chapter 10
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.10.10
Not analysed yet
Ὅθεν ἐπειδὴ τοῦτο οὕτως ἐπανορθοῦσθαι προσῆκεν, ὡς μηδὲν >μετὰ τῶν πατροκτόνων τε καὶ κυριοκτόνων ἐκείνων εἶναι >ἔστι τε τάξις εὐπρεπής, ἣν ἅπασαι αἱ τῶν δυτικῶν τε καὶ >βρινῶν καὶ ἀρκτῴων τῆς οἰκουμένης μερῶν παραφυλάττουσιν >σίαι καί τινες τῶν κατὰ τὴν Κῴαν τόπων ὢν ἕνεκεν ἐπὶ >παρόντος καλῶς ἔχειν ἅπαντες ἡγήσαντο. καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην, ἵν ὅπερ δἂν κατὰ τὴν Ῥωμαίων πόλιν >Ἰταλίαν τε καὶ Ἀφρικὴν ἅπασαν. Αἴγυπτον, Σπανίας, >Βρεττανίας, Λιβύας ὅλην Ἑλλάδα Ἀσιανήν τε διοίκησιν καὶ >τικὴν καὶ Κιλικίαν μιᾷ καὶ συμφώνῳ φυλάττηται γνώμῃ, >τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις, λογιζομένη ὡς οὐ >πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρημένους τόπους ἀριθμός, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς λογισμὸς ἀπαιτεῖν δοκεῖ, καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν.