Ancient Greek · ~2 min
Book 1, Chapter 10
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.10.2
Not analysed yet
ἀλλ’ ἐπειδὴ τοῦτο ἑτέρως οὐχ >οἷόν τε ἦν ἀκλινῆ καὶ βεβαίαν τάξιν λαβεῖν, εἰ μή εἰς ταὐτὸν >των ὁμοῦ ἢ τῶν γοῦν πλειόνων ἐπισκόπων συνελθόντων, δῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκείᾳ διάκρισις γένοιτο, τούτου >ἕνεκεν πλείστων ὅσων συναθροισθέντων καὶ αὐτὸς δὲ καθάπερ εἶς >ἐξ ὑμῶν τυγχάνων συμπαρών, οὐ γὰρ ἀρνησαίμην ἄν, ἐφ’ ᾧ μάλιστα >χαίρω, συνθεράπων ὑμέτερος πεφυκέναι), ἄχρι τοσούτου ἅπαντα τῆς >προσηκούσης τετύχηκεν ἐξετάσεως, ἄχρις οὗ ἡ τῷ πάντων ἐφόρῳ >θεῷ ἀρέσκουσα γνώμη πρὸς τὴν τῆς ἑνότητος συμφωνίαν εἰς φῶς >προήχθη, ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν ἢ πίστεως ἀμφισβήτησιν >ὑπολείπεσθαι.