Ancient Greek
1.10.6 to 1.10.8
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.10.6-8
Not analysed yet
τίνος οὑν χάριν τούτοις ἑπόμεθα, οἳ δεινὴν πλάνην >νοσεῖν ὡμολόγηνται; δεύτερον γὰρ τὸ Πάσχα ἐν ἑνὶ ἐνιαυτῷ οὐκ ἄν >ποτε ποιεῖν ἀνεξόμεθα. ἀλλ’ εἰ καὶ ταῦτα μὴ προὔκειτο, τὴν ὑμε- >τέραν ἀγχίνοιαν ἐχρῆν καὶ διὰ σπουδῆς καὶ δι’ εὐχῆς ἔχειν πάντοτε >ἐν μηδενὸς ὁμοιότητι τὸ καθαρὸν τῆς ὑμετέρας ψυχῆς κοινωνεῖν >δοκεῖν ἀνθρώπων ἔθεσι. >Πρὸς τούτοις κἀκεῖνο πάρεστι συνορᾶν, ὡς ἐν τηλικούτῳ πράγ- >ματι καὶ τοιαύτης θρησκείας ἑορτῇ διαφωνίαν ὑπάρχειν ἐστὶν >ἀθέμιτον. μίαν γὰρ ἡμῖν τὴν τῆς ἡμετέρας ἐλευθερίας ἡμέραν. τουτέστι >τὴν τοῦ ἁγιωτάτου πάθους, ὁ ἡμέτερος παρέδωκε σωτήρ, μίαν εἶναι >τὴν καθολικὴν αὐτοῦ ἐκκλησίαν βεβούληται· ἧς εἰ καὶ τὰ μάλιστα >εἰς πολλούς τε καὶ διαφόρους τόπους τὰ μέρη διῄρηται, ἀλλ’ ὅμως >ἐν ἑνὶ πνεύματι, τουτέοτι τῷ θείῳ βουλήματι, θάλπεται.