Ancient Greek
Book 1, Chapter 12
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.12.5
Not analysed yet
>Τούτων ἕκαστον εἶναι καὶ ὑπάρχειν πιστεύοντες, πατέρα, ἀλη- >θινῶς πατέρα, καὶ υἱόν, ἀληθινῶς υἱόν, καὶ πνεῦμα ἅγιον, ἀληθινῶς >πνεῦμα ἅγιον, καθὰ καὶ ὁ κύριος ἡμῶν ἀποστέλλων εἰς τὸ κήρυγμα >τοὺς ἑαυτοῦ μαθητὰς εἶπεν· »πορευθέντες μαθητεύσατε πάντα >τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ >τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«, περὶ ὧν καὶ διαβεβαιούμεθα >οὕτως ἔχειν καὶ οὕτως φρονεῖν, καὶ πάλαι οὕτως ἐσχηκέναι καὶ μέχρι >θανάτου ὑπὲρ ταύτης συνίστασθαι τῆς πίστεως, ἀναθεματίζοντες >πᾶσαν ἄθεον αἵρεσιν·