# Historia ecclesiastica 1.13.2

Theodoretus, Historia ecclesiastica, Book 1, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/1.13.2

» Ὁ μὲν δὴ ταῦτ’ εἰπὼν Ῥωμαίᾳ γλώττῃ, ὑφερμηνεύοντος ἑτέρου, >παρεδίδου τὸν λόγον τοῖς τῆς συνόδου προέδροις. ἐντεῦθεν δ’ >μὲν ἀρξάμενοι κατῃτιῶντο τοὺς πέλας, οἱ δ’ ἀπελογοῦντό τε >ἀντεμέμφοντο. πλείστων δῆτα ὑφ’ ἑκατέρου τάγματος >μένων πολλῆς τε ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, >ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων σχολῇ τε εὐτόνῳ τὰς >ὑπεδέχετο, ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παρ’ ἑκάστου >λεγομένων, ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους, πράως >ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας ἑλληνίζων τε τῇ φωνῇ, >μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκερός τις ἢν καὶ ἡδύς, τοὺς μὲν >πείθων, τοὺς δὲ καταδυσωπῶν τῷ λόγω, τοὺς δ᾿ εἰ λέγοντας >νῶν, πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων, ἕως ὅτε ὁμογνώμονας >ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατεστήσατο, ὡς >ὁμόφωνον μὲν κρατῆσαι τὴν πίστιν, τῆς δὲ σωτηρίου ἑορτῆς τὸν >αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν. ἐκυροῦτο δὲ ἤδη καὶ >ἐν γραφῇ δι’ ὑποσημειώσεως ἑκάστου τὰ κοινῇ δεδογμένα.«

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
