Ancient Greek · ~4 min
1.14.4 to 1.14.6
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.14.4-6
Not analysed yet
ὀμόσαντα τοίνυν αὐτὸν μὴ πεφρονηκέναι ἐφ’ οἶς ἐξέβαλεν αὐτὸν Ἀλέξανδρος, ἀπέ- >λυσεν εἰρηκώς· εἰ ὀρθή σού ἐστιν ἡ πίστις, καλῶς ὤμοσας· εἰ δὲ >ἀσεβής ἐστιν ἡ πίστις σου καὶ ὤμοσας, ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ κρίναι τὰ κατὰ σεῦ. οὕτω δὴ οὑν αὐτὸν ἐξελθόντα παρὰ τοῦ βασιλέως >ἠθέλησαν εἰσαγαγεῖν εἰς τὴν ἐκκλησίαν οἱ περὶ Εὐσέβιον τῇ συνήθει >αὐτῶν βίᾳ. ἀλλ’ ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος, ὁ μακα- >ρίτης Ἀλέξανδρος, ἀντέλεγε φάσκων μὴ δεῖν εἰς κοινωνίαν δεχθῆναι τὸν τῆς αἱρέσεως εὑρετήν, καὶ λοιπὸν οἱ περὶ Εὐσέβιον ἠπείλησαν >ὅτι· »ὥσπερ μὴ θελόντων ὑμῶν ἐποιήσαμεν αὐτὸν κληθῆναι παρὰ >βασιλέως, οὕτως αὔριον, κἂν μὴ κατὰ γνώμην σου τυγχάνῃ, >συναχθήσεται Ἄρειος μεθ’ ἡμῶν ἐν τῇ ἐκκλησίᾳ ταύτῃ«. Σάββατον δὲ ἦν ὅτε ταῦτα ἔλεγεν. >Ὁ τοίνυν ἐπίσκοπος Ἀλέξανδρος, ἀκούσας ταῦτα καὶ πάνυ λυπη- >θεὶς εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, τὰς χεῖρας ἄρας πρὸς τὸν θεὸν >ἀπωδύρετο, καὶ ῥίψας ἑαυτὸν ἐπὶ πρόσωπον ἐν τῷ ἱερατείῳ, κείμενος >ἐπὶ τοῦ ἐδάφους ηὔχετο. παρῆν δὲ καὶ Μακάριος εὐχόμενος σὺν >αὐτῷ καὶ ἀκούων τῆς φωνῆς αὐτοῦ.