Ancient Greek
Book 1, Chapter 16
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.16.5
Not analysed yet
Ἱκανὰ μὲν οὖν καὶ ταῦτα τεκμηριώσαι, μᾶλλον δὲ διδάξαι σαφῶς, ὅπως ὁ πανεύφημος βασιλεὺς πᾶσαν εἰς τὰ θεῖα μετατέθεικε τὴν σπουδήν. Προσθήσω δὲ ὅμως τοῖς εἰρημένοις τὰ περὶ τὸν σωτήριον αὐτῷ τάφον κατωρθωμένα. μαθὼν γὰρ ὡς οἱ κορυβαντιῶντες καὶ περὶ τὴν τῶν εἰδώλων θεραπείαν βεβακχευμένοι τὸν μὲν δεσποτικὸν κατέχωσαν τάφον, λήθῃ παραδοῦναι φιλονεικοῦντες τῆς σωτηρίας τὴν μνήμην, ἐπὶ τούτῳ δὲ νεὼν τῆς ἀκολάστου δαίμονος ἐδομήσαντο, ταῖς παρθενικαῖς ὠδῖσιν ἐπιτωθάζοντες, καταλυθῆναι μὲν προσέταξε τὸ μυσαρὸν οἰκοδόμημα. τὸν δὲ χοῦν ἐκεῖνον τὸν ἐναγέσι μολυνθέντα θυσίαις ἐκφορηθῆναι καὶ πόρρω που ῥιφῆναι τοῦ ἄστεος, εἶτα νεὼν οἰκοδομηθῆναι μέγιστόν τε καὶ κάλλιστον.