Ancient Greek · ~1 min
Book 1, Chapter 2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.2.12
Not analysed yet
Ἀλέξανδρος δέ, ὁ τῶν ἀποστολικῶν δογμάτων συνήγορος, πρῶτον μὲν αὐτὸν παραινέοεοι ἐπειρᾶτο καὶ συμβουλαῖς· ἐπειδὴ δὲ κορυβαντιῶντα εἶδε καὶ ἀναφανδὸν κηρύττοντα τὴν ἀσέβειαν, τῶν ἱερατικῶν ἐξήλασε καταλόγων. ἤκουσε γὰρ τοῦ θείου νόμου βοῶντος· »ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ«.