Ancient Greek
Book 1, Chapter 2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.2.7
Not analysed yet
οὑ δὴ χάριν οὐκ ἔτι προφανῶς τὸν κατὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀνερρίπιζε πόλεμον, ἀλλ’ ἄνδρας εὑρὼν τῆς μὲν Χριστιανικῆς προση- γορίας ἠξιωμένους ,φιλοτιμίᾳ δὲ καὶ κενῇ δόξῃ δεδουλωμένους, ὄργανα τούτους τῶν οἰκείων ἀπέφηνε τεχνασμάτων· καὶ διὰ τούτων πολλοὺς εἰς τὴν προτέραν ἐπανήγαγε πλάνην, οὐ τὴν κτίσιν πάλιν προσκυνεῖσθαι παρασκευάσας, ἀλλὰ τὸν ποιητὴν καὶ δημιουργὸν συνταχθῆναι τῇ κτίσει κατασκευάσας. ποῦ δὲ τὴν ἀρχὴν καὶ ὅπως ἕσπερε τὰ ζιζάνια ἐγὼ διηγήσομαι.