Ancient Greek
Book 1, Chapter 20
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.20.10
Not analysed yet
νῦν >ὑμέτερόν ἐστιν πρὸς τὸν θεὸν ἐκείνῃ τῇ πίστει βλέπειν ἣ πάντοτε καὶ >γεγενῆσθαι συνέστηκε καὶ εἶναι πρέπει, καὶ διαπράξασθαι οὕτως ὡς >ἐπισκόπους ἁγνούς τε καὶ ὀρθοδόξους καὶ φιλανθρώπους ἔχοντες >χαίρομεν. εἰ τις δὲ πρὸς μνήμην τῶν λυμεώνων ἐκείνων ἢ πρὸς >ἔπαινον ἀπρονοήτως ἐξαφθῆναι τολμήσει, παραχρῆμα τῆς ἰδίας >τόλμης διὰ τῆς τοῦ θεράποντος τοῦ θεοῦ, τουτέστιν ἐμοῦ, ἐνεργείας >ἀνασταλήσεται· ὁ θεὸς ὑμὰς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί.