Ancient Greek
Book 1, Chapter 22
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.22.3
Not analysed yet
τὸ μέντοι τρισάθλιον ἐκεῖνο γύναιον, νόσῳ χαλεπωτάτῃ καὶ μακροτάτῃ περιπεσόν, ἐξέφηνε τὴν ἐπιβουλὴν καὶ τὴν τραγῳδίαν ἐγύμνωσεν, οὐ δύο καὶ τρεῖς ἀλλὰ παμπόλλους τῶν ἱερέων τὰ τυρευθέντα διδάξασα. ἔφη γὰρ ἐπὶ χρήμασι τὴν συκοφαντίαν ἐκείνην τετολμηκέναι, τὸν μέντοι ὅρκον μὴ πάμπαν εἶναι ψευδῆ· Εὐσταθίου γάρ τινος χαλκέως γεγενῆσθαι τὸ βρέφος. ταῦτα μὲν οὖν ἐν Ἀντιοχείᾳ παρὰ τῆς βελτίστης ἐτολμήθη συμμορίας.