Ancient Greek
1.23.8 to 1.23.9
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.23.8-9
Not analysed yet
Ἀθανάσιος δὲ τηνικαῦτα τῆς ἐκκλησίας ἐκείνης κατεῖχε τοὺς οἴακας· ὃς τῶν διηγημάτων ἐκείνων ἀκούσας· καὶ τις ὁοῦ, ἔφη, ἄμεινον καὶ τῆς ἀγνοίας τὴν ἀχλὺν ἀπο- σκεδάσει τοῦ ἔθνους καὶ τοῦ θείου κηρύγματος αὐτοῖς ἀποίσει τὴν αἴγλην; «ταῦτα εἰπὼν καὶ τῆς ἀρχιερατικῆς αὐτῷ χάριτος μεταδούς, εἰς τὴν τοῦ ἔθνους ἐξέπεμψε γεωργίαν. ὁ δὲ καὶ τὴν πατρίδα καταλιπὼν καὶ τοῦ μεγίστου πελάγους καταφρονήσας, κατέλαβε μὲν τὸ ἀγεώργητον ἔθνος, ἐγεώργησε δὲ προθύμως συνεργὸν ἔχων τὴν θεόσδοτον χάριν. ἀποστολικαῖς γὰρ κεχρημένος θαυματουργίαις τοὺς ἀντιλέγειν τοῖς λόγοις πειρωμένους ἐθήρευε, καὶ ἡ τερατουργία μαρτυροῦσα τοῖς λεγομένοις παμπόλλους καθ’ ἑκάστην ἡμέραν ἐζώγρει.