Ancient Greek
1.24.8 to 1.24.9
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.24.8-9
Not analysed yet
ζόφος γὰρ αὐτῷ ἐξαπίνης προσπεσὼν οὐκ εἴα περαιτέρω προβαίνειν. καὶ οἱ μὲν συνθηρεύοντες τῆς ἀκτῖνος συνήθως ἀπήλαυον, οὗτος δὲ μόνος ἀποληφθεὶς τοῖς τῆς ἀορασίας ἐπεδήθη δεσμοῖς ἐν ἀπορίᾳ δὲ ὢν πόρον εὗρε τῆς σωτηρίας. εὐθὺς γὰρ εἰς νοῦν τὴν ἀπείθειαν λαβὼν καὶ τὸν τῆς αἰχμαλώτου θεὸν καλέσας ἐπίκουρον, ἀπηλλάγη τοῦ ζόφου. καὶ τὴν ἀξιάγαστον ἐκείνην καταλαβὼν δοριάλωτον. παρεκάλει δεῖξαι τῆς οἰκοδομίας τὸ σχῆμα.