Ancient Greek
Book 1, Chapter 26
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.26.4
Not analysed yet
Μελίτιος ἐκεῖνος, ὃν ἡ ἐν Νικαίᾳ σύνοδος ἀπεκήρυξεν, ἐπέμενε κυκῶν καὶ ταράττων τήν τε Θηβαίδα καὶ τὴν ταύτῃ πελάζουσαν Αἴγυπτον· τῶν τούτου στασιωτῶν τινας μισθωσάμενοι, ἵν ἀνύποπτον ἧ τῆς κατηγορίας τὸ σχῆμα, πείθουσι πρὸς βασιλέα δραμεῖν καὶ συκοφαντίαν ὑφήναι, ὡς Ἀθανάσιος τελωνεῖ μὲν τὴν Αἴγυπτον, τὸ δὲ συναθροιζόμενον χρυσίον ἀνδρί τινι τυραννίδα χορηγεῖ. καὶ τὰς βασιλέως ἐξαπατήσαντες ἀκοὰς εἰς τὴν κωνσταντινούπολιν τὸν Ἀθανάσιον ἤγαγον.