Ancient Greek
1.28.3 to 1.28.4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.28.3-4
Not analysed yet
ἀλλ’ ὁ θεῖος Ἀθανάσιος, τὴν τῶν δικαζόντων δυσμένειαν ἐπιστάμενος, οὐχ ἧκεν εἰς τὸ συνέδριον. δὴ πλείονα πρόφασιν εἰς συκοφαντίαν λαβόντες καὶ τὸν κατὰ τῆς ἀληθείας ἀναδεξάμενοι πόλεμον, πρὸς ταῖς ἄλλαις παρανομίαις τυραννίδος αὐτὸν καὶ θρασύτητος ἐπὶ τοῦ βασιλέως ἐγράψαντο· καὶ οὐ πάμπαν τῆς ἐλπίδος ἐψεύσθησαν. ἐκ γὰρ δὴ τῶν εἰρημένων θυμωθεὶς ὁ πραότατος βασιλεὺς ἐπέστειλεν αὐτῶ τὴν ὀργὴν ὑποφαίων καὶ καταλαβεῖν τὴν Τυρὸν παρεγγυῶν. ἐκεῖσε γὰρ προσέταξεν ἀθροισθῆναι τὴν σύνοδον, ὑποπτεύσας, ὡς οἶμαι, τὸν Ἀθανάσιον ὑφορᾶσθαι τὴν Καισαρέων διὰ τὸν ἐκείνης ἡγούμενον. ἔγραψε δὲ καὶ τῆ συνόδω ἅπερ ἐχρῆν ἐπιστεῖλαι τὸν εὐσεβείᾳ κοσμούμενον. ἔστι δὲ ταῦτα·