Ancient Greek
1.29.2 to 1.29.5
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.29.2-5
Not analysed yet
>>Ὅτι δὲ τοῦτο καὶ τῷ δεσπότῃ τῶν ὅλων θεῷ ἐστιν ἀρεστόν, καὶ >ἡμῖν πάσης εὐχῆς ὑπέρτερον, καὶ ὑμῖν αὐτοῖς, ἐάν γε τὴν εἰρήνην >ἀνακαλέσησθε, οὐ τῆς τυχούσης ἄξιον εὐδοξίας, πάντας ἀνθρώπους >συνομολογεῖν ἡγοῦμαι. μὴ τοίνυν μέλλετε λοιπόν, ἀλλ᾿ ἐπιτείναντες >ἐντεῦθεν ἤδη τὰ τῆς προθυμίας, τοῖς προκειμένοις ὅρον ἐπιθεῖναι >σπουδάσατε τὸν προσήκοντα, μετὰ πάσης εἰλικρινείας δηλαδὴ καὶ >πίστεως συνελθόντες, ἣν ἑκασταχοῦ μόνον οὐχὶ φωνὴν ἀφιεὶς ὁ σωτὴρ >ἐκεῖνος ᾧ λατρεύομεν ἀπαιτεῖ μάλιστα παρ᾿ ἡμῶν. οὐδὲν δὲ τῶν >εἰς τὴν ἐμὴν εὐλάβειαν ἡκόντων ἐνδεήσει. πάντα μοι πέπρακται >ὅσα γράφοντες ἐδηλώσατε. ἀπέστειλα πρὸς οὓς ἐβουλήθητε τῶν>ἐπισκόπων ἵνα παραγενόμενοι κοινωνήσωσιν ὑμῖν τῶν φροντισμά- >των· ἀπέοτειλα Διονύσιον τὸν ἀπὸ ὑπατικῶν, ὃς καὶ τοὺς ὀφείλον- >τας εἰς τὴν σύνοδον ἀφικέσθαι μεθ᾿ ὑμῶν ὑπομνήσει, καὶ τῶν πρατ- >τομένων ἐξαιρέτως δὲ τῆς εὐταξίας κατάσκοπος παρέσται. ἐὰν γάρ >τις, ὡς ἔγωγε οὐκ οἴομαι, τὴν ἡμετέραν κέλευσιν καὶ νῦν διακρού- >σασθαι πειρώμενος μὴ βουληθῇ παραγενέσθαι, ἐντεῦθεν παρ᾿ ἡμῶν >ἀποσταλήσεται ὃς ἐκ βασιλικοῦ προστάγματος αὐτὸν ἐκβάλλων, ὡς >οὐ προσῆκεν ὅροις αὐτοκράτορος ὑπὲρ τῆς ἀληθείας ἐξενεχθεῖσιν >ἀντιτείνειν διδάξει.