Ancient Greek · ~2 min
Book 1, Chapter 32
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.32.1
Not analysed yet
Ἐνιαυτοῦ δὲ ἄλλου καὶ μηνῶν διεληλυθότων ὀλίγων, ἐν Νικο- [von 10 ὁ dsbis 15 ἐκέλευσεν] μηδείᾳ τῆς Βιθυνίας διάγων ἠρρώστησε τὸ δὲ τῆς ἀνθρωπίνης βιότητος ἄδηλον ἐπιστάμενος, τοῦ θείου βαπτίσματος τὸ δῶρον ἐδέξατο. ἀνεβάλλετο δὲ μέχρι τοῦδε τοῦ χρόνου ἐν Ἰορδάνῃ τῷ ποταμῷ τούτου τυχεῖν ἱμειρόμενος. οὕτος τοὺς μὲν τρεῖς παῖδας κληρονόμους τῆς βασιλείας κατέλιπε, Κωνσταντῖνον καὶ Κωνστάντιον καὶ Κώνσταντα τὸν νεώτατον.