# Historia ecclesiastica 1.4.12-14

Theodoretus, Historia ecclesiastica, 1.4.12 to 1.4.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/1.4.12

γέγραπται γάρ· υἱοὺς ἐγέννησα καὶ ὕψωσά. Ἐπιφερομένου δὲ αὐτοῖς τοῦ λέ- >γοντος ἑξῆς ῥητοῦ αὐτοὶ δέ με ἠθέτησαν«, ὅπερ οὐ φυσικόν ἐστι τῷ σωτῆρι ὄντι φύσεως ἀτρέπτου, πάσης εὐλαβείας ἑαυτοὺς ἐρημώ- σαντες, τοῦτό φασι προγνώσει καὶ προθεωρίᾳ περὶ αὐτοῦ εἰδότα τὸν θεὸν ὅτι οὐκ ἀθετήσει ἐξειλέχθαι αὐτὸν ἀπὸ πάντων. οὐ γὰρ φύσει καὶ κατ’ ἐξαίρετον τῶν ἄλλων υἱῶν ἔχοντά τι οὔτε γὰρ φύσει υἱός τίς ἐστι τοῦ θεοῦ, φασίν, οὔτε τινὰ ἔχων ἰδιότητα πρὸς αὐτόν), ἀλλὰ καὶ αὐτὸν τρεπτῆς τυγχάνοντα φύσεως, διὰ τρόπων ἐπιμέλειαν καὶ ἄσκησιν μὴ τρεπόμενον ἐπὶ τὸ χεῖρον, ἐξελέξατο· ὡς εἰ καὶ >Παῦλος τοῦτο βιάσαιτο καὶ Πέτρος, μηδὲν διαφέρειν τούτων τὴν φρενοβλαβοῦς ταύτης διδα- σκαλίας καὶ ταῖς γραφαῖς ἐμπαροινοπῦντες καὶ παρατιθέμενοι τὸ ἐν >Ψαλμοῖς περὶ Χριστοῦ ῥητόν, τὸ οὕτως ἔχον· »ἠγάπησας δικαιο- >σύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχριον σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σοὺ«.

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
