Ancient Greek
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.19
Not analysed yet
μακρὸν γοῦν θεωρήσας τοῦ θεοῦ λόγου τὸ ἡν καἰ ὑπεραῖ- >ρον τῆς τῶν γενητῶν διανοίας ὁ εὐλαβέστατος Ἰωάννης γέρεσιν >αὐτοῦ καὶ ποίησιν ἀπηξίωσεν εἰπεῖν, οὐδὲ ταῖς ὁμοστοίχοις συλλαβαῖς >τὸ ποιοῦν τοῖς γιγνομένοις ὀνομάσαι τολμήσας, οὐχ ὅτι ἀγέννητος >ἦν (ἓν γὰρ ἀγέννητον ὁ πατήρ), ἀλλ’ ὅτι τῆς ἐξεσμένης τῶν >γελιστῶν, τάχα δὲ καὶ ἀγγέλων καταλήψεως ὑπερέκεινά ἐστιν ἡ τοῦ >μονογενοῦς θεοῦ ἀνεκδιήγητος ὑπόσταοις. εἰς εὐσεβεῖς οὐκ οἴμαι >λογιξομένους τοὺς μέχρι τούτων ἐπερωτᾶν τι τολμῶντας. διὰ τὸ ἀνήκοον τοῦ »χαλεπώτερά σου μὴ ζήτει, καὶ ὑψηλότερά σου >μὴ ἐξέταζε«.