Ancient Greek
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.21
Not analysed yet
»τίς ἐξαριθμήσει; «)πῶς ἂν περιεργάσαιτό τις >τὴν τοῦ θεοῦ λόγου ὑπόστασιν, ἐκτὸς εἰ μὴ μελαγχολικῇ διαθέσει >ληφθεὶς τυγχάνοι; περὶ ἧς τὸ προφητικὸν πνεῦμά φησι· »τὴν γενεὰν >αὐτοῦ τίς διηγήσεται; «ἣν καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν, εὐεργετῶν >τοὺς πάντων τῶν ἐν τῷ κόσμω, κίονας, τὴν περὶ τούτου γνῶσιν >αὐτῶν ἀποφορτίσασθαι ἐσπούδασεν, πᾶσι μὲν οὑν αὐτοῖς ἀφύσικον >εἶναι λέγων εἰς κατάληψιν, μόνῳ δὲ τῷ πατρὶ ἀνακεῖσθαι τὴν τοῦ >θειοτάτου τούτου μυστηρίου εἴδησιν· »οὐδεὶς γὰρ ἔγνω τίς ἐστιν >ὁ υἱός« λέγων »εἰ μὴ ὁ πατήρ· καὶ τὸν πατέρα οὐδεὶς ἔγνω- >κεν εἰ μὴ ὁ υἱός«. περὶ οὗ καὶ τὸν πατέρα οἶμαι λέγειν »τὸ μυ- >στήριόν μου ἐμοί«.