Ancient Greek · ~2 min
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.27
Not analysed yet
οὐκ ἀνόσιον τὸ λέγειν μὴ εἶναί ποτε τὴν σοφίαν τοῦ >θεοῦ, τὴν λέγουσαν· »ἐγὼ ἤμην παρ’ αὐτῷ ἁρμόζουσα, ἐγὼ >ἤμην ᾖ προσέχαιρεν«, ἢ τὴν δύναμιν τοῦ θεοῦ ποτε μὴ ὑπάρχειν, >ἤ τὸν λόγον αὐτοῦ ἠκρωτηριάσθαι ποτέ, ἢ τὰ ἄλλα ἐξ ὧν ὁ υἱὸς γνωρίζεται καὶ ὁ πατὴρ χαρακτηρίζεται; τὸ γὰρ ἀπαύγασμα τῆς >δίξης μὴ εἶναι λέγειν συναναιρεῖ καὶ τὸ πρωτότυπον φῶς, οὗ ἐστιν >ἀπαύγασμα. εἰ δὲ καὶ ἡ εἰκὼν τοῦ θεοῦ οὐκ ἦν ἀεί, δῆλον ὅτι >οὐδὲ οὗ ἐστιν εἰκὼν ἔστιν ἀεί.