Ancient Greek
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.43
Not analysed yet
>οὑ κατῄδεσεν αὐτοὺς ἡ τῶν ἀρχαίων γραφῶν φιλόθεος σαφήνεια, >οὐδὲ ἡ τῶν συλλειτουργῶν σύμφωνος περὶ Χριστοῦ εὐλάβεια τὴν >κατ᾿ αὐτοῦ θρασύτητα αὐτῶν ἠμαύρωσεν. ὢν οὐδὲ τὰ δαιμόνια τῆς >ἀνοσιουργίας ἀνέξεται, φωνὴν βλάσφημον κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ >εἰπεῖν φυλαττόμενα. >Ταῦτα μὲν οὑν ἡμῖν κατὰ τὴν παροῦσαν δύναμιν ἐπηπορήοθω >πρὸς τοὺς ἀπαιδεύτῳ ὕλῃ κατὰ τοῦ Χριστοῦ κονισαμένους καὶ τὴν >εἰς αὐτὸν εὐσέβειαν ἡμῶν συκοφαντεῖν προθεμένους.