Ancient Greek · ~2 min
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.54
Not analysed yet
μετὰ τοῦτον ἐκ νεκρῶν ἀνάστασιν οἴδα- >μεν, ἧς ἀπαρχὴ γέγονεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, σῶμα >φορέσας ἀληθῶς καὶ οὐ δοκήσει ἐκ τῆς θεοτόκου Μαρίας, ἐπὶ συν- >τελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας ἐπιδημήσας τῷ γένει >τῶν ἀνθρώπων, σταυρωθεὶς καὶ ἀποθανών, ἀλλ’ οὐ διὰ ταῦτα τῆς >ἑαυτοῦ θεότητος ἥττων γεγενημένος, ἀναστὰς ἐκ νεκρῶν, ἀναληφθεὶς >ἐν οὐρανοῖς, καθήμενος ἐν δεξιᾷ τῆς μεγαλωσύνης.