# Historia ecclesiastica 1.4.55-58

Theodoretus, Historia ecclesiastica, 1.4.55 to 1.4.58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/1.4.55

>Ταῦτα ἐκ μέρους ἐνεχάραξα τῇ ἐπιστολῇ, τὸ καθ’ ἕκαστον ἐπ’ >ἀκριβείας γράφειν φορτικόν, ὡς ἔφην, εἶναι νομίσας, διὰ τὸ μηδὲ >τὴν ἱερὰν ὑμῶν ταῦτα λεληθέναι σπουδήν. ταῦτα διδάσκομεν, ταῦτα >κηρύττομεν, ταῦτα τῆς ἐκκληοίας τὰ ἀποστολικὰ δόγματα, ὑπὲρ ὢν >καὶ ἀποθνήσκομεν) τῶν ἐξόμνυσθαι αὐτὰ βιαζομένων ἧττον πεφρον- >τικότες, εἰ καὶ διὰ βασάνων ἀναγκάζουσι, τὴν ἐν αὐτοῖς ἐλπίδα μὴ >ἀποστρεφόμενοι. ὧν ἐναντίοι γενόμενοι οἱ ἀμφὶ τὸν Ἄρειον καὶ >Ἀχιλλᾶν καὶ οἱ τῆς ἀληθείας οὑν αὐτοῖς πολέμιοι ἀπεώσθησαν τῆς >τὸν ἀλλότριοι γενόμενοι τῆς εὐσεβοῦς ἡμῶν διδασκαλίας, κατὰ >τὸν μακάριον Παῦλον λέγοντα· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ >ὅ παρελάβετε, ἀνάθεμα ἔστω« κἂν ἄγγελος ἐξ οὐρανοῦ εἶναι >προσποιῆται, ἀλλὰ καὶ εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσ- >έρχεται τοῖς ὑγιαίνουσι λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ >Χριστοῦ καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται. >μηδὲν ἐπιστάμενος‘ καὶ τὰ ἑξῆς. >Τούτους οὖν ἀναθεματισθέντας ἀπὸ τῆς ἀδελφότητος μηδεὶς >ὑμῶν δεχέσθω μηδὲ ἀνεχέσθω τῶν λεγομένων ἢ γραφομένων ὑπ’ αὐτῶν· πάντα γὰρ οἱ γόητες ψεύδονται, ἀλήθειαν οὐ μὴ λαλήσουσιν. >περιέρχονται γὰρ τὰς πόλεις, οὐδὲν ἕτερον σπουδάζοντες ἢ τῷ τῆς >φιλίας προσχήματι καὶ τῷ τῆς εἰρήνης ὀνόματι δι’ ὑποκρίσεως καὶ >κολακείας γράμματα διδόναι καὶ λαμβάνειν, πρὸς τὸ πλανᾶν διὰ >τούτων τὰ ὑπ᾿ αὐτῶν ἠπατημένα ὀλίγα γυναικάρια σεσωρευμένα ἁμαρτίαις καὶ τὰ ἑξῆς.

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
