Ancient Greek
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.7
Not analysed yet
>Ἐπεχείρησαν δὲ περιδρομαῖς χρώμενοι καθ’ ἡμῶν παρεκβαίνειν πρὸς τοὺς ὁμόφρονας συλλειτουργούς, ὀχήματι μὲν εἰρήνης καὶ ἑνώ- σεως ἀξίωσίν ὑποκρινόμενοι, τὸ δ᾿ ἀληθὲς συναρπάσαι τινὰς αὐτῶν εἰς τὴν ἰδίαν νόσον διὰ χρηστολογίας σπουδάζοντες καὶ στωμυλώ- τερα γράμματα παρ’ αὐτῶν αἰτοῦντες, ἵνα παραναγιγνώσκοντες αὐτὰ τοῖς ὑπ’ αὐτῶν ἠπατημένοις ἀμετανοήτους ἐφ’ οἶς ἐσφάλησαν κατα- σκευάσωσιν, ἐπιτριβομένους εἰς ἀσέβειαν, ὡς ἂν συμψήφους αὐτοῖς καὶ ὁμόφρονας ἔχοντες ἐπισκόπους.