Ancient Greek · ~3 min
1.6.1 to 1.6.2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.6.1-2
Not analysed yet
»Τῷ δεσπότῃ μου Παυλίνῳ Εὐσέβιος ἐν κυρίῳ χαίρειν. >Οὔτε ἡ τοῦ δεσπότου μου Εὐσεβίου σπουδή, ἡ ὑπὲρ τοῦ >λόγου, παρεσιωπήθη ἀλλ’ ἔφθασεν ἕως καὶ ἡμῶν, οὔτε ἡ σοῦ >τούτῳ σιωπή, δέσποτα. καὶ ὡς ἦν ἀκόλουθον, ἐπὶ μὲν τῷ >μου Εὐσεβίῳ ηὐφράνθημεν, ἐπὶ δὲ σοὶ λυπούμεθα, στοχσζόμενοι καὶ >τὴν σιωπὴν ἀνδρὸς τοιούτου ἥτταν ἡμῶν εἶναι. διὸ παρακαλῶ >εἰδότα σε ὡς ἀπρεπὲς ἀνδρὶ φρονίμῳ ἀλλοῖα φρονεῖν καὶ σιωπᾶν >τἀληθῆ, ἀνασκαλεύσαντι τῷ πνεύματι τὸν λογισμὸν περὶ τὸ γράφειν >περὶ τούτου ἄρχοι, λυσιτελοῦντος καὶ σοὶ καὶ τοῖς ἀκούουσί σου, >μάλισθ᾿ ὅταν κατὰ ἀκολουθίαν τῆς γραφῆς καὶ τοῖς ἴχνεσι τῶν >λόγων αὐτῆς καὶ τῶν βουλημάτων ἐθέλοις γράφειν.