Ancient Greek
1.6.4 to 1.6.6
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.6.4-6
Not analysed yet
>Καὶ ταῦτα οὐχὶ λογισμοὺς ἑαυτῶν ὑποθέμενοι. ἀλλ’ ἀπὸ τῆς >ἁγίας γραφῆς μεμαθηκότες λέγομεν· κτιστὸν εἶναι καὶ θεμελιωτὸν >καὶ γεννητὸν τῇ οὐσίᾳ καὶ τῇ ἀναλλοιώτῳ καὶ ἀρρήτῳ φύσει καὶ >τῇ ὁμοιότητι τῇ πρὸς τὸν πεποιηκότα μεμαθήκαμεν. ὡς αὐτὸς ὁ >κύριός φησιν· »ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, καὶ πρὸ >τοῦ αἰῶνος ἐθεμελίωσέ με· πρὸ δὲ πάντων βουνῶν γεννᾷ >με«. εἰ δὲ ἐξ αὐτοῦ, τουτέστιν ἀπ’ αὐτοῦ ἢν, ὡς ἂν μέρος αὐτοῦ >ἤ ἐξ ἀπορροίας τῆς οὐσίας, οὐκ ἂν ἔτι κτιστὸν οὐδὲ θεμελιωτὸν >εἶναι ἐλέγετο· οὐδὲ αὐτὸς ἀγνοεῖς, κύριε, ἀληθῶς. τὸ γὰρ ἐκ τοῦ >ἐγεννήτου ὑπάρχον κτιστὸν ἔτι ὑφ’ ἑτέρου ἢ ὑπ’ αὐτοῦ ἢ θεμελιω- >τὸν οὐκ ἂν εἴη. ἐξ ἀρχῆς ἀγέννητον ὑπάρχον. εἰ δὲ τὸ γεννητὸν >αὐτὸν λέγεσθαι ὑπόφασίν τινα παρέχει, ὡς ἂν ἐκ τῆς οὐσίας τῆς >πατρικῆς αὐτὸν γεγονότα καὶ ἔχειν ἐκ τούτου τὴν ταὐτότητα τῆς >φύσεως, γιγνώσκομεν ὡς οὐ περὶ αὐτοῦ μόνου τὸ γεννητὸν εἶναί >φησιν ἡ γραφή, ἀλλὰ καὶ ἐπὶ τῶν ἀνομοίων αὐτῷ κατὰ πάντα τῇ