Ancient Greek
Book 1, Chapter 8
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.8.10
Not analysed yet
τοῦτο γὰρ >ἴδιον μονογενοῦς καὶ ἀληθινοῦ λόγου τοῦ πατρός. καὶ περὶ μὲν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη. >Πáλιν δὲ τῶν ἐπισκόπων ἐρωτώντων τοὺς δοκοῦντας ὀλίγους εἰ >λέγοιεν τὸν υἱὸν οὐ κτίσμα, ἀλλὰ δύναμιν σοφίαν τε μόνην τοῦ >πατρὸς καὶ εἰκόνα ἀίδιόν τε καὶ ἀπαράλλακτον κατὰ πάντα τοῦ >πατροὸς καὶ θεὸν ἀληθινόν, κατελήφθησαν οἱ περὶ Εὐσέβιον δια- >νεύοντες ἀλλήλοις ὅτι· καὶ ταῦτα φθάνει καὶ εἰς ἡμᾶς· καὶ γὰρ καὶ >ἡμεῖς »εἰκὼν καὶ δόξα θεοῦ« λεγόμεθα. καὶ περὶ ἡμῶν εἴρηται >»ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες«·