Ancient Greek
Book 1, Chapter 8
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.8.12
Not analysed yet
>ἁπλῶς, ἀλλ’ ὅτι καὶ ἀδελφοὺς ἡμᾶς ἐκάλεσεν. εἰ δὲ καὶ θεὸν >ἀληθινὸν λέγουσι τὸν υἱόν, οὐ λυπεῖ ἡμᾶς· γενόμενος γὰρ ἀληθινός εστιν«. >Αὕτη τῶν Ἀρειανῶν ἡ διεφθαρμένη διάνοια. ἀλλὰ καὶ ἐν- >ταῦθα οἱ ἐπίσκοποι, θεωρήσαντες ἐκείνων τὸ δόλιον, συνήγαγον >ἐκ τῶν γραφῶν τὸ ἀπαύγασμα τήν τε πηγὴν καὶ ποταμὸν καὶ >χαρακτῆρα πρὸς τὴν ὑπόστασιν ,καὶ τὸ »ἐν τῷ φωτί σου >ὀψόμεθα φῶς«, καὶ τὸ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν«.