# Historia ecclesiastica 1.8.15-18

Theodoretus, Historia ecclesiastica, 1.8.15 to 1.8.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/1.8.15

ἐπίσκοποι γὰρ ἀρχαῖοι, πρὸ ἐτῶν >ἐγγύς που ἑκατὸν τριάκοντα , τῆς τε μεγάλης Ῥώμης καὶ τῆς >ἡμετέρας πόλεως, ᾐτιάσαντο τοὺς ποίημα λέγοντας τὸν υἱὸν κα μὴ >ὁμοούσιον τῷ πατρί. καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος ὁ γενόμενος >Ἐπίσκοπος τῆς Καισαρείας, πρότερον μὲν συντρέχων τῇ Ἀρειανῇ >αἱρέσει, ὕστερον δὲ ὑπογράψας τῇ ἐν Νικαίᾳ συνόδῳ · ἔγραψε καὶ τοῖς ἰδίοις διαβεβαιούμενος ὅτι καὶ τῶν παλαιῶν τινας λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν ἐπὶ τῆς τοῦ παρὸς καὶ τοῦ υἱοῦ θεότητος τῷ τοῦ ὁμοουσίου χρησαμένους ὀνό- ματι.« Οὗτοι μὲν οὖν κατακρύψαντες τὴν νόσον ἔδεισαν γὰρ τῶν ἐπισκόπων τὸ πλῆθος) τοῖς ἐκτεθεῖσι συνέθεντο, τὴν προφητικὴν κατηγορίαν ἐπισπασάμενοι. βοᾷ γὰρ καὶ πρὸς αὐτοὺς ὁ τῶν ὅλων θεός· »ὀ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ«. Θεωνᾶς δὲ καὶ Σεκοῦνδος, τοῦτο δρᾶσαι μὴ βουληθέντες, παρὰ πάντων συμφώνως ἀπεκηρύχθησαν, ὡς τὴν Ἀρείου βλασφημίαν τῆς εὐσγγελικῆς προτετιμηκότες διδασκαλίας. Αὐθις δὲ συνελθόντες εἰς τὸ συνέδριον περὶ τῆς ἐκκλησιαστικῆς πολιτείας νόμους ἔγραψαν εἴκοσι.

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
