Ancient Greek · ~7 min
2.13.1 to 2.13.7
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.13.1-7
Not analysed yet
Κωνοτάντιον δὲ οἱ ἄγοντες οὑπερ ἐβούλοντο ἀνέμνησαν τῆς Ἀθανασίου χάριν πρὸς τὸν ἀδελφὸν γεγενημένης διαφορᾶς, καὶ ὡς μικροῦ δεῖν τὰ τῆς φύσεως δεσμὰ διαρρήξαντες πόλεμον ἂν κατ’ ἀλλήλων ἐκίνησαν. τούτοις ὑπαχθεὶς ὁ Κωνστάντιος οὐκ ἐλαθῆναι μόνον ἀλλὰ καὶ σφαγῆναι τὸν θεῖον προσέταξεν Ἀθανάσιον, καί τινα Σεβαστιανὸν ἐξέπεμψε στρατηγὸν μετὰ στρατιὰς ὅτι μάλιστα πλείστης, ἀνελεῖν κελεύσας ὡς ἀλιτήριον. ὅπως δὲ καὶ οὗτος ἐπεστράτευσε κἀκεῖνος διέφυγεν, αὐτὸς ὁ ταῦτα πεπονθὼς καὶ παραδόξως σωθεὶς κάλλιον διηγήσεται. ἐν γὰρ τῇ τῆς φυγῆς Ἀπολογίᾳ ταῦτα διέξεισιν· »Ἐξετασάτωσαν ὅμως καὶ τὸν· τρόπον τῆς ἀναχωρήσεως καὶ >μανθανέτωσαν παρὰ τῶν ἰδίων. ἦσαν γὰρ Ἀρειανοὶ >τοῖς στρατιώταις εἰς τὸ παροξύνειν αὐτοὺς καὶ ἀγνοοῦσι >ἡμᾶς. καὶ εἰ καὶ οὕτως Ἀσυμπαθέῖς τυγχάνουσιν, ἀλλὰ κἂν >οντες ἠρεμείτωσαν αἰσχυνόμενοι. νὺξ μὲν γὰρ ἤδη ἢν καὶ τοῦ >τινες ἐπαννύχιζον, προσδοκωμένης συνάξεως. ὁ δὲ στρατηλάτης >ἐξαίφνης ἐπέστη μετὰ στρατιωτῶν πλέον ἢ πεντακισχιλίων, >των ὅπλα καὶ ξίφη γυμνὰ καὶ τόξα καὶ βέλη καὶ ῥόπαλα καθὰ >πρότερον εἴρηται. καὶ τὴν μὲν ἐκκλησίαν αὐτὸς περιεκύκλωσε >τοὺς στρατιώτας σύνεγγυς, ὡς μὴ δύνασθαί τινας ἐξελθόντας >τῆς ἐκκλησίας παρελθεῖν αὐτούς. ἐγὼ δὲ ἄλογον ἡγούμενος ἐν >τοσαύτῃ συγχύσει καταλεῖψαι τοὺς λαοὺς καὶ μὴ μᾶλλον >νεύειν αὐτῶν, καθεσθεὶς ἐπὶ τοῦ θρόνου προέτρεπον τὸν μὲν >κονον ἀναγινώσκειν ψαλμόν, τοὺς δὲ λαοὺς ὑπακούειν »ὅτι εἰς >αἰῶνα τὸ ἔλεος αὐτοῦ«, καὶ πάντας οὕτως ἀναχωρεῖν καὶ εἰς >οἴκους ἀπιέναι. ἀλλὰ τοῦ στρατηλάτου λοιπὸν ἐπεισελθόντος καὶ >τῶν στρατιωτῶν περιλαβόντων τὸ ἱερατεῖον ἕνεκεν τοῦ >ἡμᾶς, οἱ μὲν εὑρεθέντες ἐκεῖ κληρικοὶ καὶ οἱ ἀπὸ τῶν λαῶν >καὶ ἠξίουν ἀναχωρεῖν ἤδη καὶ ἡμᾶς. ἐγὼ δὲ μᾶλλον ἀντέλεγον >πρότερον ἀναχωρήσειν εἰ μὴ πάντες καθ’ ἕκαστον >ἀναστὰς οὑν καὶ προστάξας εὐχήν οὕτως ἀντηξίουν ἀπιέναι >πάντας, βέλτιον εἶναι λέγων ἐμὲ κινδυνεύειν ἢ βλαβῆναί τινας >ὺμὼν.